호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνειμένη μέν, ὡς ἐοίκας, αὖ στρέφει:? οὐ γὰρ πάρεστ Αἴγισθος, ὅς ς ἐπεῖχ ἀεὶ μή τοι θυραίαν γ οὖσαν αἰσχύνειν φίλους: νῦν δ ὡς ἄπεστ ἐκεῖνος, οὐδὲν ἐντρέπει ἐμοῦ γε: καίτοι πολλὰ πρὸς πολλούς με δὴ ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά: ἐγὼ δ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά. πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημ ἀεὶ ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ: καλῶς ἔξοιδα: τῶνδ ἄρνησις οὐκ ἔνεστί μοι: ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη, ᾗ χρῆν ς ἀρήγειν, εἰ φρονοῦς ἐτύγχανες: ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί, τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ λύπης, ὅς ἔσπειρ, ὥσπερ ἡ τίκτους ἐγώ. εἰε῀ν, δίδαξον δή με τοῦ χάριν, τίνων ἔθυσεν αὐτήν: πότερον Ἀργείων ἐρεῖς· ἀλλ οὐ μετῆν αὐτοῖσι τήν γ ἐμὴν κτανεῖν. ἀλλ ἀντ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν τἄμ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην· πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ, οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδ ἦν χάριν· ἢ τῶν ἐμῶν Αἵδης τιν ἵμερον τέκνων ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον· ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ παίδων πόθος παρεῖτο, Μενέλεω δ ἐνῆν· οὐ ταῦτ ἀβούλου καὶ κακοῦ γνώμην πατρός· δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω: φαίη δ ἂν ἡ θανοῦσά γ, εἰ φωνὴν λάβοι. ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις δύσθυμος: εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε. ἐρεῖς μὲν οὐχὶ νῦν γέ μ ὡς ἄρξασά τι λυπηρὸν εἶτα σοῦ τάδ ἐξήκους ὕπο:
ἀλλ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θ ὕπερ λέξαιμ ἂν ὀρθῶς τῆς κασιγνήτης θ ὁμοῦ. καὶ μὴν ἐφίημ: εἰ δέ μ ὧδ ἀεὶ λόγους ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν. καὶ δὴ λέγω σοι.
πατέρα φὴς κτεῖναι. τίς ἂν τούτου λόγος γένοιτ ἂν αἰσχίων ἔτι, εἴτ οὖν δικαίως εἴτε μή· λέξω δέ σοι ὡς οὐ δίκῃ γ ἔκτεινας, ἀλλά ς ἔσπασεν πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει. ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος ποινὰς τὰ πολλὰ πνεύματ ἔσχ ἐν Αὐλίδι: ἢ γὼ φράσω: κείνης γὰρ οὐ θέμις μαθεῖν. πατήρ ποθ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς παίζων κατ ἄλσος ἐξεκίνησεν ποδοῖν στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών. κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη κατεῖχ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην. ὧδ ἦν τὰ κείνης θύματ: οὐ γὰρ ἦν λύσις ἄλλη στρατῷ πρὸς οἶκον οὐδ εἰς Ἴλιον. ἀνθ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν. εἰ δ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων ἐπωφελῆσαι ταῦτ ἔδρα, τούτου θανεῖν χρῆν αὐτὸν οὕνεκ ἐκ σέθεν· ποίῳ νόμῳ· ὁρ´α τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς. εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ ἄλλου, σύ τοι πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις. ἀλλ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης. εἰ γὰρ θέλεις, δίδαξον ἀνθ ὅτου τανῦν αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις, ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθ οὗ πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας, καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦς ἔχεις. πῶς ταῦτ ἐπαινέσαιμ ἄν· ἢ καὶ ταῦτ ἐρεῖς ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις· αἰσχρῶς δ, ἐάν περ καὶ λέγῃς: οὐ γὰρ καλὸν ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα. ἀλλ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε, ἣ πᾶσαν ἱής γλῶσσαν ὡς τὴν μητέρα κακοστομοῦμεν. καί ς ἔγωγε δεσπότιν ἢ μητέρ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω, ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου: ὃ δ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών, τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον: ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα ἐπῃτιάσω: καὶ τόδ, εἴπερ ἔσθενον, ἔδρων ἄν, εὖ τοῦτ ἴσθι: τοῦδέ γ οὕνεκα κήρυσσέ μ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν εἴτε στόμαργον εἴτ ἀναιδείας πλέαν. εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. ὁρῶ μένος πνέουσαν:
εἰ δὲ σὺν δίκῃ ξύνεστι, τοῦδε φροντίδ οὐκέτ εἰσορῶ. ποίας δ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος, ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν, καὶ ταῦτα τηλικοῦτος· ἆρά σοι δοκεῖ χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ· εὖ νυν ἐπίστω τῶνδέ μ αἰσχύνην ἔχειν, κεἰ μὴ δοκῶ σοι: μανθάνω δ ὁθούνεκα ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα. ἀλλ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ ἔργ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ: αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ ἐκδιδάσκεται. ὦ θρέμμ ἀναιδές, ἦ ς ἐγὼ καὶ τἄμ ἔπη καὶ τἄργα τἀμὰ πόλλ ἄγαν λέγειν ποεῖ. σύ τοι λέγεις νιν, οὐκ ἐγώ: σὺ γὰρ ποεῖς τοὔργον: τὰ δ ἔργα τοὺς λόγους εὑρίσκεται. ἀλλ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους τοῦδ οὐκ ἀλύξεις, εὖτ ἂν Αἴγισθος μόλῃ. ὁρᾷς· πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι λέγειν ἃ χρῄζοιμ, οὐδ ἐπίστασαι κλύειν. οὔκουν ἐάσεις οὐδ ὑπ εὐφήμου βοῆς θῦσαί μ, ἐπειδὴ σοί γ ἐφῆκα πᾶν λέγειν· ἐῶ, κελεύω, θῦε: μηδ ἐπαιτιῶ τοὐμὸν στόμ, ὡς οὐκ ἂν πέρα λέξαιμ ἔτι. ἔπαιρε δὴ σὺ θύμαθ ἡ παροῦσά μοι πάγκαρπ, ἄνακτι τῷδ ὅπως λυτηρίους εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.
τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ ὁρᾶν. κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε, κεκρυμμένην μου βάξιν: οὐ γὰρ ἐν φίλοις ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί, μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν. ἀλλ ὧδ ἄκουε: τῇδε γὰρ κἀγὼ φράσω. ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκει ἄναξ, εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα, εἰ δ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες: καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς, ἀλλ ὧδέ μ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ δόμους Ἀτρειδῶν σκῆπτρά τ ἀμφέπειν τάδε, φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά. ταῦτ, ὦ Λύκει Ἄπολλον, ἵλεως κλύων δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα. τὰ δ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ ἐπαξιῶ σε δαίμον ὄντ ἐξειδέναι: ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς εἰ τοῦ τυράννου δώματ Αἰγίσθου τάδε·
τάδ ἐστίν, ὦ ξέν: αὐτὸς ᾔκασας καλῶς. ἦ καὶ δάμαρτα τήνδ ἐπεικάζων κυρῶ κείνου· πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν. μάλιστα πάντων: ἥδε σοι κείνη πάρα. ὦ χαῖρ, ἄνασσα: σοὶ φέρων ἥκω λόγους ἡδεῖς φίλου παρ ἀνδρὸς Αἰγίσθῳ θ ὁμοῦ. ἐδεξάμην τὸ ῥηθέν: εἰδέναι δέ σου πρώτιστα χρῄζω τίς ς ἀπέστειλεν βροτῶν. Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα. τὸ ποῖον, ὦ ξέν· εἰπέ: παρὰ φίλου γὰρ ὢν ἀνδρός, σάφ οἶδα, προσφιλεῖς λέξεις λόγους. τέθνηκ Ὀρέστης: ἐν βραχεῖ ξυνθεὶς λέγω. οἲ γὼ τάλαιν, ὄλωλα τῇδ ἐν ἡμέρᾳ. τί φής, τί φής, ὦ ξεῖνε· μὴ ταύτης κλύε. θανόντ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω. ἀπωλόμην δύστηνος, οὐδέν εἰμ ἔτι. σὺ μὲν τὰ σαυτῆς πρᾶσς, ἐμοὶ δὲ σύ, ξένε, τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται· κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.
κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος πρόσχημ ἀγῶνος Δελφικῶν ἄθλων χάριν, ὅτ ᾔσθετ ἀνδρὸς ὀρθίων κηρυγμάτων δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις, εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας: δρόμου δ ἰσώσας τἀφέσει τὰ τέρματα νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας. χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω οὐκ οἶδα τοιοῦδ ἀνδρὸς ἔργα καὶ κράτη: ἓν δ ἴσθ: ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς δρόμων διαύλων πένταθλ ἃ νομίζεται, τούτων ἐνεγκὼν πάντα τἀπινίκια ὠλβίζετ, Ἀργεῖος μὲν ἀνακαλούμενος, ὄνομα δ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος Ἀγαμέμνονος στράτευμ ἀγείραντός ποτε. καὶ ταῦτα μὲν τοιαῦθ: ὅταν δέ τις θεῶν βλάπτῃ, δύναιτ ἂν οὐδ ἂν ἰσχύων φυγεῖν. κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθ ἱππικῶν ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών, εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα. εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται: κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων ἵππους, ὁ πέμπτος: ἕκτος ἐξ Αἰτωλίας ξανθαῖσι πώλοις: ἕβδομος Μάγνης ἀνήρ: ὁ δ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος: ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο: Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον. στάντες δ ἵν αὐτοὺς οἱ τεταγμένοι βραβῆς κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν: οἱ δ ἅμα ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν ἔσεισαν: ἐν δὲ πᾶς ἐμεστώθη δρόμος κτύπου κροτητῶν ἁρμάτων: κόνις δ ἄνω φορεῖθ: ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι χνόας τις αὐτῶν καὶ φρυάγμαθ ἱππικά. ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί. κεῖνος δ ὑπ αὐτὴν ἐσχάτην στήλην ἔχων ἔχριμπτ ἀεὶ σύριγγα, δεξιὸν δ ἀνεὶς σειραῖον ἵππον εἶργε τὸν προσκείμενον. καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι: ἔπειτα δ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι βίᾳ φέρουσιν: ἐκ δ ὑποστροφῆς τελοῦντες ἕκτον ἕβδομόν τ ἤδη δρόμον μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις: κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ ἔθραυε κἀνέπιπτε, πᾶν δ ἐπίμπλατο ναυαγίων Κρισαῖον ἱππικῶν πέδον. γνοὺς δ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς κλύδων ἔφιππον ἐν μέσῳ κυκώμενον.
ἤλαυνε δ ἔσχατος μέν, ὑστέρας δ ἔχων πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων: ὅπως δ ὁρᾷ μόνον νιν ἐλλελειμμένον, ὀξὺν δι ὤτων κέλαδον ἐνσείσας θοαῖς πώλοις διώκει, κἀξισώσαντε ζυγὰ ἠλαυνέτην, τότ ἄλλος, ἄλλοθ ἅτερος κάρα προβάλλων ἱππικῶν ὀχημάτων. καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους ὡρμᾶθ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων: ἔπειτα λύων ἡνίαν ἀριστερὰν κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν παίσας: ἔθραυσε δ ἄξονος μέσας χνόας κἀξ ἀντύγων ὤλισθεν: ἐν δ ἑλίσσεται τμητοῖς ἱμᾶσι: τοῦ δὲ πίπτοντος πέδῳ πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον. στρατὸς δ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα δίφρων, ἀνωλόλυξε τὸν νεανίαν, οἷ ἔργα δράσας οἱᾶ λαγχάνει κακά, φορούμενος πρὸς οὖδας, ἄλλοτ οὐρανῷ σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται, μόλις κατασχεθόντες ἱππικὸν δρόμον, ἔλυσαν αἱματηρόν, ὥστε μηδένα γνῶναι φίλων ἰδόντ ἂν ἄθλιον δέμας. καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι, ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός. τοιαῦτά σοι ταῦτ ἐστίν, ὡς μὲν ἐν λόγῳ ἀλγεινά, τοῖς δ ἰδοῦσιν, οἵπερ εἴδομεν, μέγιστα πάντων ὧν ὄπωπ ἐγὼ κακῶν. φεῦ φεῦ:
τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι πρόρριζον, ὡς ἐοίκεν, ἔφθαρται γένος. ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω, ἢ δεινὰ μέν, κέρδη δέ· λυπηρῶς δ ἔχει, εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς. τί δ ὧδ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ· δεινὸν τὸ τίκτειν ἐστίν: οὐδὲ γὰρ κακῶς πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται. μάτην ἄρ ἡμεῖς, ὡς ἐοίκεν, ἥκομεν. οὔτοι μάτην γε: πῶς γὰρ ἂν μάτην λέγοις, εἴ μοι θανόντος πίστ ἔχων τεκμήρια προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς, μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς ἀπεξενοῦτο καί μ, ἐπεὶ τῆσδε χθονὸς ἐξῆλθεν, οὐκέτ εἶδεν, ἐγκαλῶν δέ μοι φόνους πατρῴους δείν ἐπηπείλει τελεῖν· ὥστ οὔτε νυκτὸς ὕπνον οὔτ ἐξ ἡμέρας ἐμὲ στεγάζειν ἡδύν, ἀλλ ὁ προστατῶν χρόνος διῆγέ μ αἰὲν ὡς θανουμένην. νῦν δ - ἡμέρᾳ γὰρ τῇδ ἀπήλλαγμαι φόβου πρὸς τῆσδ ἐκείνου θ: ἥδε γὰρ μείζων βλάβη ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνους ἀεὶ ψυχῆς ἄκρατον αἷμα - νῦν δ ἕκηλά που τῶν τῆσδ ἀπειλῶν οὕνεχ ἡμερεύσομεν. οἴμοι τάλαινα:
νῦν γὰρ οἰμῶξαι πάρα, Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθ ὧδ ἔχων πρὸς τῆσδ ὑβρίζει μητρός. ἆρ ἔχει καλῶς· οὔτοι σύ: κεῖνος δ ὡς ἔχει καλῶς ἔχει. ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως. ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς. ὕβριζε: νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις. οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε. πεπαύμεθ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν. πολλῶν ἂν ἥκοις, ὦ ξέν, ἄξιος τυχεῖν, εἰ τήνδ ἔπαυσας τῆς πολυγλώσσου βοῆς. οὐκοῦν ἀποστείχοιμ ἄν, εἰ τάδ εὖ κυρεῖ. ἥκιστ: ἐπείπερ οὔτ ἐμοῦ κατάξι ἂν πράξειας οὔτε τοῦ πορεύσαντος ξένου. ἀλλ εἴσιθ εἴσω: τήνδε δ ἔκτοθεν βοᾶν ἐά τά θ αὑτῆς καὶ τὰ τῶν φίλων κακά. ἆρ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ τὸν υἱὸν ἡ δύστηνος ὧδ ὀλωλότα·
ἀλλ ἐγγελῶσα φροῦδος: ὦ τάλαιν ἐγώ. Ὀρέστα φίλταθ, ὥς μ ἀπώλεσας θανών. ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι, σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν· μόνη γάρ εἰμι, σοῦ τ ἀπεστερημένη καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει· ἀλλ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου ξύνοικος, εἴσειμ, ἀλλὰ τῇδε πρὸς πύλῃ παρεῖς ἐμαυτὴν ἄφιλος αὐανῶ βίον. πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται, τῶν ἔνδον ὄντων: ὡς χάρις μέν, ἢν κτάνῃ, λύπη δ, ἐὰν ζῶ: τοῦ βίου δ οὐδεὶς πόθος.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기