- 텍스트

Sophocles, episode 6:

(소포클레스, episode 6:)

κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.? κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος πρόσχημ ἀγῶνος Δελφικῶν ἄθλων χάριν, ὅτ ᾔσθετ ἀνδρὸς ὀρθίων κηρυγμάτων δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις, εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας: δρόμου δ ἰσώσας τἀφέσει τὰ τέρματα νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας. χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω οὐκ οἶδα τοιοῦδ ἀνδρὸς ἔργα καὶ κράτη: ἓν δ ἴσθ: ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς δρόμων διαύλων πένταθλ ἃ νομίζεται, τούτων ἐνεγκὼν πάντα τἀπινίκια ὠλβίζετ, Ἀργεῖος μὲν ἀνακαλούμενος, ὄνομα δ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος Ἀγαμέμνονος στράτευμ ἀγείραντός ποτε. καὶ ταῦτα μὲν τοιαῦθ: ὅταν δέ τις θεῶν βλάπτῃ, δύναιτ ἂν οὐδ ἂν ἰσχύων φυγεῖν. κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθ ἱππικῶν ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών, εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα. εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται: κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων ἵππους, ὁ πέμπτος: ἕκτος ἐξ Αἰτωλίας ξανθαῖσι πώλοις: ἕβδομος Μάγνης ἀνήρ: ὁ δ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος: ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο: Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον. στάντες δ ἵν αὐτοὺς οἱ τεταγμένοι βραβῆς κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν: οἱ δ ἅμα ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν ἔσεισαν: ἐν δὲ πᾶς ἐμεστώθη δρόμος κτύπου κροτητῶν ἁρμάτων: κόνις δ ἄνω φορεῖθ: ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι χνόας τις αὐτῶν καὶ φρυάγμαθ ἱππικά. ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί. κεῖνος δ ὑπ αὐτὴν ἐσχάτην στήλην ἔχων ἔχριμπτ ἀεὶ σύριγγα, δεξιὸν δ ἀνεὶς σειραῖον ἵππον εἶργε τὸν προσκείμενον. καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι: ἔπειτα δ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι βίᾳ φέρουσιν: ἐκ δ ὑποστροφῆς τελοῦντες ἕκτον ἕβδομόν τ ἤδη δρόμον μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις: κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ ἔθραυε κἀνέπιπτε, πᾶν δ ἐπίμπλατο ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION