- 텍스트

Sophocles, episode 4:

(소포클레스, episode 4:)

ἔπαιρε δὴ σὺ θύμαθ ἡ παροῦσά μοι πάγκαρπ, ἄνακτι τῷδ ὅπως λυτηρίους εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.? τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ ὁρᾶν. κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε, κεκρυμμένην μου βάξιν: οὐ γὰρ ἐν φίλοις ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί, μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν. ἀλλ ὧδ ἄκουε: τῇδε γὰρ κἀγὼ φράσω. ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκει ἄναξ, εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα, εἰ δ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες: καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς, ἀλλ ὧδέ μ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ δόμους Ἀτρειδῶν σκῆπτρά τ ἀμφέπειν τάδε, φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά. ταῦτ, ὦ Λύκει Ἄπολλον, ἵλεως κλύων δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα. τὰ δ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ ἐπαξιῶ σε δαίμον ὄντ ἐξειδέναι:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION