- 텍스트

Sophocles, episode 3:

(소포클레스, episode 3:)

ὁρῶ μένος πνέουσαν:? εἰ δὲ σὺν δίκῃ ξύνεστι, τοῦδε φροντίδ οὐκέτ εἰσορῶ. ποίας δ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος, ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν, καὶ ταῦτα τηλικοῦτος· ἆρά σοι δοκεῖ χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ· εὖ νυν ἐπίστω τῶνδέ μ αἰσχύνην ἔχειν, κεἰ μὴ δοκῶ σοι: μανθάνω δ ὁθούνεκα ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα. ἀλλ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ ἔργ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ: αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ ἐκδιδάσκεται. ὦ θρέμμ ἀναιδές, ἦ ς ἐγὼ καὶ τἄμ ἔπη καὶ τἄργα τἀμὰ πόλλ ἄγαν λέγειν ποεῖ. σύ τοι λέγεις νιν, οὐκ ἐγώ: σὺ γὰρ ποεῖς τοὔργον: τὰ δ ἔργα τοὺς λόγους εὑρίσκεται. ἀλλ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους τοῦδ οὐκ ἀλύξεις, εὖτ ἂν Αἴγισθος μόλῃ. ὁρᾷς· πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι λέγειν ἃ χρῄζοιμ, οὐδ ἐπίστασαι κλύειν. οὔκουν ἐάσεις οὐδ ὑπ εὐφήμου βοῆς θῦσαί μ, ἐπειδὴ σοί γ ἐφῆκα πᾶν λέγειν· ἐῶ, κελεύω, θῦε: μηδ ἐπαιτιῶ τοὐμὸν στόμ, ὡς οὐκ ἂν πέρα λέξαιμ ἔτι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION