- 텍스트

Sophocles, episode

(소포클레스, episode)

ἀνειμένη μέν, ὡς ἐοίκας, αὖ στρέφει:? οὐ γὰρ πάρεστ Αἴγισθος, ὅς ς ἐπεῖχ ἀεὶ μή τοι θυραίαν γ οὖσαν αἰσχύνειν φίλους: νῦν δ ὡς ἄπεστ ἐκεῖνος, οὐδὲν ἐντρέπει ἐμοῦ γε: καίτοι πολλὰ πρὸς πολλούς με δὴ ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά: ἐγὼ δ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά. πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημ ἀεὶ ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ: καλῶς ἔξοιδα: τῶνδ ἄρνησις οὐκ ἔνεστί μοι: ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη, ᾗ χρῆν ς ἀρήγειν, εἰ φρονοῦς ἐτύγχανες: ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί, τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ λύπης, ὅς ἔσπειρ, ὥσπερ ἡ τίκτους ἐγώ. εἰε῀ν, δίδαξον δή με τοῦ χάριν, τίνων ἔθυσεν αὐτήν: πότερον Ἀργείων ἐρεῖς· ἀλλ οὐ μετῆν αὐτοῖσι τήν γ ἐμὴν κτανεῖν. ἀλλ ἀντ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν τἄμ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην· πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ, οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδ ἦν χάριν· ἢ τῶν ἐμῶν Αἵδης τιν ἵμερον τέκνων ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον· ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ παίδων πόθος παρεῖτο, Μενέλεω δ ἐνῆν· οὐ ταῦτ ἀβούλου καὶ κακοῦ γνώμην πατρός· δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω: φαίη δ ἂν ἡ θανοῦσά γ, εἰ φωνὴν λάβοι. ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις δύσθυμος: εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION