- 텍스트

Sophocles, episode 7:

(소포클레스, episode 7:)

ἀλλ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν τύμβῳ προσάψῃς μηδέν:? οὐ γάρ σοι θέμις οὐδ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι κτερίσματ οὐδὲ λουτρὰ προσφέρειν πατρί: ἀλλ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει κρύψον νιν, ἔνθα μή ποτ εἰς εὐνὴν πατρὸς τούτων πρόσεισι μηδέν: ἀλλ ὅταν θάνῃ κειμήλι αὐτῇ ταῦτα σῳζέσθω κάτω. ἀρχὴν δ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς οὐκ ἄν ποθ ὅν γ ἔκτεινε, τῷδ ἐπέστεφε. σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ γέρα τάδ οὑν τάφοισι δέξεσθαι νέκυς, ὑφ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής, ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς λυτήρι αὐτῇ ταῦτα τοῦ φόνου φέρειν· οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες: σὺ δὲ τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ, ἀλλ ὅμως ἅχω, δὸς αὐτῷ, τήνδ ἀλιπαρῆ τρίχα καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον. αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν, καὶ παῖδ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς ἐχθροῖσιν αὐτοῦ ζῶντ ἐπεμβῆναι ποδί, ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα. οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον πέμψαι τάδ αὐτῇ δυσπρόσοπτ ὀνείρατα: ὅμως δ, ἀδελφή, σοί θ ὑπούργησον τάδε ἐμοί τ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν πάντων, ἐν Αἵδου κειμένῳ κοινῷ πατρί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION