- 텍스트

Sophocles, episode 5:

(소포클레스, episode 5:)

ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν·? μάλισθ: ὅταν περ οἴκαδ Αἴγισθος μόλῃ. ἀλλ ἐξίκοιτο τοῦδέ γ οὕνεκ ἐν τάχει. τίν, ὦ τάλαινα, τόνδ ἐπηράσω λόγον· ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ. ὅπως πάθῃς τί χρῆμα· ποῦ ποτ εἶ φρενῶν· ὅπως ἀφ ὑμῶν ὡς προσωτάτω φύγω. βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις· καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι. ἀλλ ἦν ἄν, εἰ σύ γ εὖ φρονεῖν ἠπίστασο. μή μ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν. ἀλλ οὐ διδάσκω: τοῖς κρατοῦσι δ εἰκαθεῖν. σὺ ταῦτα θώπευ: οὐκ ἐμοὺς τρόπους λέγεις. καλόν γε μέντοι μὴ ξ ἀβουλίας πεσεῖν. πεσούμεθ, εἰ χρή, πατρὶ τιμωρούμενοι. πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει. ταῦτ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι. σὺ δ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί· οὐ δῆτα: μή πω νοῦ τοσόνδ εἰήν κενή. χωρήσομαί τἄρ οἷπερ ἐστάλην ὁδοῦ. ποῖ δ ἐμπορεύει· τῷ φέρεις τάδ ἔμπυρα· μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς. πῶς εἶπας· ἦ τῷ δυσμενεστάτῳ βροτῶν· ὃν ἔκταν αὐτή: τοῦτο γὰρ λέξαι θέλεις. ἐκ τοῦ φίλων πεισθεῖσα· τῷ τοῦτ ἤρεσεν· ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί· ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ ἀλλὰ νῦν. ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι· εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμ ἂν τότε. ἀλλ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION