호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδους ἅμα καὶ τοὐμὸν αὐτῆς ἦλθον:? εἰ δὲ μὴ καλῶς λέγω, σὺ νίκα: σοὶ γὰρ ἑψόμεσθ ἅμα. αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν. ἀλλ ἡ βία γὰρ ταῦτ ἀναγκάζει με δρᾶν, σύγγνωτε: πῶς γὰρ ἥτις εὐγενὴς γυνή, πατρῷ ὁρῶσα πήματ, οὐ δρῴη τάδ ἄν· ἁγὼ κατ ἦμαρ καὶ κατ εὐφρόνην ἀεὶ θάλλοντα μᾶλλον ἢ καταφθίνονθ ὁρῶ: ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μ ἐγείνατο, ἔχθιστα συμβέβηκεν: εἶτα δώμασιν ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς ξύνειμι, κἀκ τῶνδ ἄρχομαι κἀκ τῶνδέ μοι λαβεῖν θ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει. ἔπειτα ποίας ἡμέρας δοκεῖς μ ἄγειν, ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ ἴδω τοῖσιν πατρῴοις, εἰσίδω δ ἐσθήματα φοροῦντ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους σπένδοντα λοιβὰς ἔνθ ἐκεῖνον ὤλεσεν, ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν, τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ εἰ χρεὼν ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην: ἡ δ ὧδε τλήμων ὥστε τῷ μιάστορι ξύνεστ, ἐρινὺν οὔτιν ἐκφοβουμένη: ἀλλ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις, εὑροῦς ἐκείνην ἡμέραν, ἐν ᾗ τότε πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ θεοῖσιν ἔμμην ἱερὰ τοῖς σωτηρίοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기