호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας:? ἐπιστάμεσθα δ, ἐξ ὅτου λευκὴν ἐγὼ τήνδ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα, μή πώ ποτ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν. ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας. τό τ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα. εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν. τί δῆτα χρὴ δρᾶν· φράζε. πείσομαι δ ἐγώ. ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον. καὶ ταῦτ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν· ὅσον γ, ἄναξ, τάχιστα: συντέμνουσι γὰρ θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι. οἴμοι: μόλις μέν, καρδίας δ ἐξίσταμαι τὸ δρᾶν: ἀνάγκῃ δ οὐχὶ δυσμαχητέον. δρᾶ νυν τάδ ἐλθὼν μηδ ἐπ ἄλλοισιν τρέπε. ὧδ ὡς ἔχω στείχοιμ ἄν: ἴτ ἴτ ὀπάονες, οἵ τ ὄντες οἵ τ ἀπόντες, ἀξίνας χεροῖν ὁρμᾶσθ ἑλόντες εἰς ἐπόψιον τόπον. ἐγὼ δ, ἐπειδὴ δόξα τῇδ ἐπεστράφη, αὐτός τ ἔδησα καὶ παρὼν ἐκλύσομαι. δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기