- 텍스트

Sophocles, Antigone, episode 1:

(소포클레스, Antigone, episode 1:)

ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ τοξεύετ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς ἄπρακτος ὑμῖν εἰμι:? τῶν δ ὑπαὶ γένους ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι. κερδαίνετ, ἐμπολᾶτε τἀπὸ Σάρδεων ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν χρυσόν: τάφῳ δ ἐκεῖνον οὐχὶ κρύψετε, οὐδ εἰ θέλους, οἱ Ζηνὸς αἰετοὶ βορὰν φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους, οὐδ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ θάπτειν παρήσω κεῖνον: εὖ γὰρ οἶδ ὅτι θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει. πίπτουσι δ, ὦ γεραιὲ Τειρεσία, βροτῶν χοἰ πολλὰ δεινοὶ πτώματ αἴσχρ, ὅταν λόγους αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν. φεῦ. ἆρ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται, τί χρῆμα· ποῖον τοῦτο πάγκοινον λέγεις· ὅσῳ κράτιστον κτημάτων εὐβουλία· ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη. ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς. οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς. καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων. τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. τὸ δ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ. ἆρ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων· οἶδ: ἐξ ἐμοῦ γὰρ τήνδ ἔχεις σώσας πόλιν. σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν. ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. κίνει, μόνον δὲ μὴ πὶ κέρδεσιν λέγων. οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος. ὡς μὴ μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION