호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄληθεσ; ἀλλ’ οὐ τόνδ’ Ὄλυμπον, ἴσθ’ ὅτι, χαίρων ἐπὶ ψόγοισι δεννάσεισ ἐμέ. ἄγαγε τὸ μῖσοσ ὡσ κατ’ ὄμματ’ αὐτίκα παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ. οὐ δῆτ’ ἔμοιγε, τοῦτο μὴ δόξῃσ ποτέ, οὔθ’ ἥδ’ ὀλεῖται πλησία, σύ τ’ οὐδαμὰ τοὐμὸν προσόψει κρᾶτ’ ἐν ὀφθαλμοῖσ ὁρῶν, ὡσ τοῖσ θέλουσι τῶν φίλων μαίνῃ συνών. ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆσ ταχύσ· νοῦσ δ’ ἐστὶ τηλικοῦτοσ ἀλγήσασ βαρύσ. δράτω· φρονείτω μεῖζον ἢ κατ’ ἄνδρ’ ἰών· τὼ δ’ οὖν κόρα τώδ’ οὐκ ἀπαλλάξει μόρου. ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖσ; οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεισ. μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν; ἄγων ἔρημοσ ἔνθ’ ἂν ᾖ βροτῶν στίβοσ κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι, φορβῆσ τοσοῦτον ὡσ ἄγοσ μόνον προθείσ, ὅπωσ μίασμα πᾶσ’ ὑπεκφύγῃ πόλισ. κἀκεῖ τὸν Αἵδην, ὃν μόνον σέβει θεῶν, αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν, ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ’ ὅτι πόνοσ περισσόσ ἐστι τἀν Αἵδου σέβειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기