- 텍스트

Sophocles, Antigone, episode 2:

(소포클레스, Antigone, episode 2:)

ἄναξ, σέ τ εἰκός, εἴ τι καίριον λέγει, μαθεῖν, σέ τ αὖ τοῦδ:? εὖ γὰρ εἴρηται διπλῇ. οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ φρονεῖν ὑπ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν· μηδὲν τὸ μὴ δίκαιον: εἰ δ ἐγὼ νέος, οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν. ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν· οὐδ ἂν κελεύσαιμ, εὐσεβεῖν εἰς τοὺς κακούς. οὐχ ἥδε γὰρ τοιᾷδ ἐπείληπται νόσῳ· οὔ φησι Θήβης τῆσδ ὁμόπτολις λεώς. πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ· ὁρᾷς τόδ ὡς εἴρηκας ὡς ἄγαν νέος· ἄλλῳ γὰρ ἢ μοὶ χρή με τῆσδ ἄρχειν χθονός· πόλις γὰρ οὐκ ἔσθ ἥτις ἀνδρός ἐσθ ἑνός. οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται· καλῶς γ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος. ὅδ, ὡς ἐοίκε, τῇ γυναικὶ συμμαχεῖ. εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι. ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί· οὐ γὰρ δίκαιά ς ἐξαμαρτάνονθ ὁρῶ. ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων· οὐ γὰρ σέβεις τιμάς γε τὰς θεῶν πατῶν. ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον. οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ. ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε. καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων. ταύτην ποτ οὐκ ἔσθ ὡς ἔτι ζῶσαν γαμεῖς. ἣ δ οὖν θανεῖται καὶ θανοῦς ὀλεῖ τινα. ἦ κἀπαπειλῶν ὧδ ἐπεξέρχει θρασύς· τίς δ ἔστ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν· κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός. εἰ μὴ πατὴρ ἦσθ, εἶπον ἄν ς οὐκ εὖ φρονεῖν. γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με. βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION