호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον τοὔργον τόδ, ἡ ξύννοια βουλεύει πάλαι παῦσαι, πρὶν ὀργῆς καὶ μὲ μεστῶσαι λέγων, μὴ φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.? λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας ναοὺς πυρώσων ἦλθε κἀναθήματα καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν· ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς· οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, κρυφῇ κάρα σείοντες, οὐδ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. οὐδὲν γὰρ ἀνθρώποισιν οἱο῀ν ἄργυρος κακὸν νόμισμ ἔβλαστε. τοῦτο καὶ πόλεις πορθεῖ, τόδ ἄνδρας ἐξανίστησιν δόμων: τόδ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγματ ἵστασθαι βροτῶν: πανουργίας δ ἔδειξεν ἀνθρώποις ἔχειν καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ ἐξέπραξαν ὡς δοῦναι δίκην. ἀλλ εἴπερ ἴσχει Ζεὺς ἔτ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτ ἐπίστας, ὁρ´κιος δέ σοι λέγω: εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτ ἐς ὀφθαλμοὺς ἐμούς, οὐχ ὑμὶν Αἵδης μοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ ὕβριν, ἵν εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ ὅτι οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν. ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기