- 텍스트

Sophocles, Antigone, episode 2:

(소포클레스, Antigone, episode 2:)

τί δ ἐστὶν ἀνθ οὗ τήνδ ἔχεις ἀθυμίαν·? φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ: τὸ γὰρ πρᾶγμ οὔτ ἔδρας οὔτ εἶδον ὅστις ἦν ὁ δρῶν, οὐδ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ τὸ πρᾶγμα: δηλοῖς δ ὥς τι σημανῶν νέον. τὰ δεινὰ γάρ τοι προστίθης ὄκνον πολύν. οὔκουν ἐρεῖς ποτ, εἶτ ἀπαλλαχθεὶς ἄπει· καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή: τί φής· τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε· οὐκ οἶδ: ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν πλῆγμ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ καὶ χέρσος, ἀρρὼξ οὐδ ἐπημαξευμένη τροχοῖσιν, ἀλλ ἄσημος οὑργάτης τις ἦν. ὅπως δ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν. ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ, λεπτὴ δ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις σημεῖα δ οὔτε θηρὸς οὔτε του κυνῶν ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο. λόγοι δ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί, φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο πληγὴ τελευτῶς, οὐδ ὁ κωλύσων παρῆν. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, κοὐδεὶς ἐναργής, ἀλλ ἔφευγε μὴ εἰδέναι. ἦμεν δ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν, τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι τὸ πρᾶγμα βουλεύσαντι μηδ εἰργασμένῳ. τέλος δ ὅτ οὐδὲν ἦν ἐρευνῶσιν πλέον, λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα νεῦσαι φόβῳ προὔτρεψεν: οὐ γὰρ εἴχομεν οὔτ ἀντιφωνεῖν οὔθ ὅπως δρῶντες καλῶς πράξαιμεν. ἦν δ ὁ μῦθος ὡς ἀνοιστέον σοὶ τοὔργον εἰή τοῦτο κοὐχὶ κρυπτέον. καὶ ταῦτ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. πάρειμι δ ἄκων οὐχ ἑκοῦσιν, οἶδ ὅτι: στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION