- 텍스트

Pseudo-Plutarch, De musica, section 43

(위 플루타르코스, De musica, section 43)

ἐθαυμάσθη μὲν οὖν ὁ Σωτήριχος ἐπὶ τοῖς λεχθεῖσι, καὶ γὰρ ἐνέφαινε διὰ τοῦ προσώπου καὶ τῆς φωνῆς τὴν περὶ μουσικὴν σπουδήν.? "καὶ τοῦτ ἀποδέχομαι ἑκατέρου ὑμῶν, ὅτι τὴν τάξιν ἑκάτερος τὴν αὐτὸς αὑτοῦ ἐφύλαξεν ὁ μὲν γὰρ Λυσίας, ὅσα μόνον χειρουργοῦντι κιθαρῳδῷ προσῆκεν εἰδέναι, τούτοις ἡμᾶς εἱστίασεν ὁ δὲ Σωτήριχος, ὅσα καὶ πρὸς ὠφέλειαν καὶ πρὸς θεωρίαν, ἀλλὰ γὰρ καὶ δύναμιν καὶ χρῆσιν μουσικῆς συντείνει, διδάσκων ἡμᾶς ἐπεδαψιλεύσατο.

"ἐκεῖνο δ οἶμαι ἑκόντας αὐτοὺς ἐμοὶ καταλελοιπέναι: "οὐ γὰρ καταγνώσομαι αὐτῶν δειλίαν, ὡς αἰσχυνθέντων κατασπᾶν μουσικὴν εἰς τὰ συσσίτια: "εἰ γάρ που καὶ χρησίμη καὶ παρὰ πότον, ὼ ὁ καλὸς Ὅμηρος ἀπέφηνε μολπή γάρ πού φησιν ὀρχηστύς τε, τὰ γάρ τ ἀναθήματα δαιτός. καί μοι μηδεὶς ὑπολαβέτω, ὅτι πρός τέρψιν μόνον χρησίμην ᾠήθη μουσικὴν Ὅμηρος διὰ τούτων.

σφάλλειν πέφυκε τῶν ἅδην αὐτῷ χρησαμένων τὰ τε σώματα καὶ τὰς διανοίας:

ἡ δὲ μουσικὴ τῇ περὶ αὑτὴν τάξει τε καὶ συμμετρίᾳ εἰς τὴν ἐναντίαν κατάστασιν ἄγει τε καὶ πραϋ´νει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION