- 텍스트

Pseudo-Plutarch, De musica, section 40

(위 플루타르코스, De musica, section 40)

"χρῆσιν δὲ μουσικῆς προσήκουσαν ἀνδρὶ ὁ καλὸς Ὅμηρος ἐδίδαξε δηλῶν γάρ, ὅτι ἡ μουσικὴ πολλαχοῦ χρησίμη, τὸν Ἀχιλλέα πεποίηκε τὴν ὀργὴν πέττοντα τὴν πρὸς τὸν Ἀγαμέμνονα διὰ μουσικῆς ἧς ἔμαθε παρὰ τοῦ σοφωτάτου Χείρωνος:? "Ἡρακλέα τε γὰρ ἀκούομεν κεχρημένον μουσικῇ καὶ Ἀχιλλέα καὶ πολλοὺς ἄλλους, ὧν παιδευτὴς ὁ σοφώτατος Χείρων παραδέδοται, μουσικῆς τε ἅμα ὢν καὶ δικαιοσύνης καὶ ἰατρικῆς διδάσκαλος. "τὸν δ εὑρ῀ον φησί φρένα τερπόμενον φόρμιγγι λιγείῃ, καλῇ δαιδαλέῃ: "ἐπὶ δ ἀργύρεον ζυγὸν τὴν ἄρετ ἐξ ἐνάρων πόλιν Ηἐτίωνος ὀλέσσας, τῇ ὅγε θυμὸν ἔτερπεν, ἀείδε δ ἄρα κλέα ἀνδρῶν. μάθε, φησὶν Ὅμηρος, πῶς δεῖ μουσικῇ χρῆσθαι: "κλέα γὰρ ἀνδρῶν ᾄδειν καὶ πράξεις ἡμιθέων ἔπρεπεν : "Ἀχιλλεῖ τῷ Πηλέως τοῦ δικαιοτάτου. "ἔτι δὲ καὶ τὸν καιρὸν τῆς χρήσεως τὸν ἁρμόττοντα διδάσκων Ὅμηρος ἀργοῦντι γυμνάσιον ἐξεῦρεν ὠφέλιμον καὶ ἡδύ: "πολεμικὸς γὰρ ὢν καὶ πρακτικὸς ὁ Ἀχιλλεὺς διὰ τὴν γενομένην αὐτῷ πρὸς τὸν Ἀγαμέμνονα μῆνιν οὐ μετεῖχε τῶν κατὰ τὸν πόλεμον κινδύνων ᾠήθη οὖν Ὅμηρος πρέπον εἶναι τὴν ψυχὴν τοῖς καλλίστοις τῶν μελῶν παραθήγειν τὸν ἡρ´ωα, ἵν ἐπὶ τὴν μετὰ μικρὸν αὐτῷ γενησομένην ἔξοδον παρεσκευασμένος τοῦτο δ ἐποίει δηλονότι μνημονεύων τῶν πάλαι πράξεων. "τοιαύτη ἦν ἡ ἀρχαία μουσικὴ καὶ εἰς τοῦτο χρησίμη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION