- 텍스트

Pseudo-Plutarch, De musica, section 30

(위 플루타르코스, De musica, section 30)

"ὁμοίως δὲ καὶ Μελανιππίδης ὁ μελοποιὸς ἐπιγενόμενος οὐκ ἐνέμεινε τῇ προϋπαρχούσῃ μουσικῇ, ἀλλ οὐδὲ Φιλόξενος·? "οὐδὲ Τιμόθεος: "οὗτος γάρ, ἑπταφθόγγου τῆς λύρας ὑπαρχούσης ἑώς εἰς Τέρπανδρον τὸν Ἀντισσαῖον, διέρριψεν εἰς πλείονας φθόγγους. "ἀλλὰ γὰρ καὶ αὐλητικὴ ἀφ ἁπλουστέρας εἰς ποικιλωτέραν μεταβέβηκε μουσικήν: "τὸ γὰρ παλαιόν, ἑώς εἰς: "Μελανιππίδην τὸν τῶν διθυράμβων ποιητήν, συμβεβήκει τοὺς αὐλητὰς· "παρὰ τῶν ποιητῶν λαμβάνειν τοὺς μισθούς, πρωταγωνιστούσης δηλονότι τῆς ποιήσεως, τῶν δ αὐλητῶν ὑπηρετούντων τοῖς διδασκάλοις: "ὕστερον δὲ καὶ τοῦτο διεφθάρη, ὡς καὶ Φερεκράτη τὸν κωμικὸν εἰσαγαγεῖν τὴν Μουσικὴν ἐν γυναικείῳ σχήματι, ὅλην κατῃκισμένην τὸ σῶμα: "ποιεῖ δὲ τὴν Δικαιοσύνην διαπυνθανομένην τὴν αἰτίαν τῆς λώβης καὶ τὴν Ποίησιν λέγουσαν: "μους. "λέξω μὲν οὐκ ἄκουσα: "σοί τε γὰρ κλύειν ἐμοί τε λέξαι θυμὸς ἡδονὴν ἔχει. "ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης, ἐν τοῖσι πρῶτος ὃς λαβὼν ἀνῆκέ με χαλαρωτέραν τ ἐποίησε χορδαῖς δώδεκα. "ἀλλ οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ ἔμοιγε πρὸς τὰ νῦν κακά. Κινησίας δὲ μ ὁ κατάρατος Ἀττικός, ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς ἀπολώλεχ οὕτως, ὥστε τῆς ποιήσεως τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν, ἀριστέρ αὐτοῦ φαίνεται τὰ δεξιά. ἀλλ οὖν ἀνεκτὸς οὗτος ἦν ὅμως ἐμοί. Φρῦνις δ ἴδιον στρόβιλον ἐμβαλών τινα κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν, ἐν πέντε χορδαῖς δώδεχ ἁρμονίας ἔχων. "ἀλλ οὖν ἔμοιγε χοὖτος ἦν ἀποχρῶν ἀνήρ: "εἰ γάρ τι κἀξήμαρτεν, αὖθις ἀνέλαβεν. "ὁ δὲ Τιμόθεὸς μ, ὦ φιλτάτη, κατορώρυχε καὶ διακέκναικ αἴσχιστα. "δικ. "ποῖος οὑτοσὶ ὁ Τιμόθεος· "μους. "Μιλήσιός τις πυρρίας κακά μοι παρέσχεν οὗτος, ἅπαντας οὓς λέγω παρελήλυθ ᾅδων ἐκτραπέλους μυρμηκιάς. κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ, ἀπέδυσε κἀνέδυσε χορδαῖς δώδεκα. "καὶ Ἀριστοφάνης ὁ κωμικὸς μνημονεύει Φιλοξένου καί φησιν, ὅτι εἰς τοὺς κυκλίους χοροὺς μέλη εἰσηνέγκατο. "ἡ δὲ Μουσικὴ λέγει ταῦτα: "ἐξαρμονίους ὑπερβολαίους, τ ἀνοσίους καὶ νιγλάρους, ὥσπερ τε τὰς ῥαφάνους ὅλην καμπῶν με κατεμέστωσε. "καὶ ἄλλοι δὲ κωμῳδοποιοὶ ἔδειξαν τὴν ἀτοπίαν τῶν μετὰ ταῦτα τὴν μουσικὴν κατακεκερματικότων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION