- 텍스트

Pseudo-Plutarch, De musica, section 29

(위 플루타르코스, De musica, section 29)

"Πολυμνάστῳ δὲ τὸν θ ὑπολύδιον νῦν ὀνομαζόμενον τόνον ἀνατιθέασι, καὶ τὴν ἔκλυσιν καὶ τὴν ἐκβολὴν πολὺ μείζω πεποιηκέναι φασὶν αὐτόν.? καὶ αὐτὸν δὲ τὸν Ὄλυμπον ἐκεῖνον, ᾧ δὴ τὴν ἀρχὴν τῆς Ἑλληνικῆς τε καὶ νομικῆς μούσης ἀποδιδόασι, τό τε τῆς ἁρμονίας γένος ἐξευρεῖν φασι, καὶ τῶν ῥυθμῶν τόν τε προσοδιακὸν ἐν ᾧ ὁ τοῦ Ἄρεως νόμος, καὶ τὸν χορεῖον ᾧ πολλῷ κέχρηται ἐν τοῖς Μητρῴοις: "ἔνιοι δὲ καὶ τὸν βακχεῖον Ὄλυμπον οἰόνται εὑρηκέναι. "δηλοῖ δ ἕκαστον τῶν ἀρχαίων μελῶν, ὅτι ταῦθ οὕτως ἔχει. "Λᾶσος δ ὁ Ἑρμιονεὺς εἰς τὴν διθυραμβικὴν ἀγωγὴν μεταστήσας τοὺς ῥυθμοὺς: "καὶ τῇ τῶν αὐλῶν πολυφωνίᾳ κατακολουθήσας πλείοσί τε φθόγγοις καὶ διερριμμένοις χρησάμενος εἰς μετάθεσιν τὴν προϋπάρχουσαν ἤγαγε μουσικήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION