- 텍스트

Pseudo-Plutarch, De musica, section 14

(위 플루타르코스, De musica, section 14)

Σωτήριχος δὲ μετὰ τοῦτον ὧδέ πως ἔφη:? "ὑπὲρ σεμνοῦ ἐπιτηδεύματος καὶ θεοῖς μάλιστα ἀρέσκοντος, ὠγαθὲ Ὀνησίκρατες, τοὺς λόγους ἡμᾶς προετρέψω ποιήσασθαι.

"ἀποδέχομαι μὲν οὖν τῆς συνέσεως τὸν διδάσκαλον Λυσίαν ἀλλὰ μὴν καὶ τῆς μνήμης ἣν ἐπεδείξατο περί τε τοὺς εὑρετὰς τῆς πρώτης μουσικῆς καὶ περὶ τοὺς τὰ τοιαῦτα συγγεγραφότας: "ὑπομνήσω δὲ τοῦθ, ὅτι τοῖς ἀναγεγραμμένοις μόνοις κατακολουθήσας πεποίηται τὴν δεῖξιν. "ἡμεῖς δ οὐκ ἄνθρωπόν τινα παρελάβομεν εὑρετὴν τῶν τῆς μουσικῆς ἀγαθῶν, ἀλλὰ τὸν πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον θεὸν Ἀπόλλωνα. "οὐτε γὰρ Μαρσύου ἢ Ὀλύμπου ἢ Υἅγνιδος, ὥς τινες οἰόνται, εὑρ´ημα ὁ αὐλός: "οὐ μόνη δὲ κιθάρα Ἀπόλλωνος, ἀλλὰ καὶ αὐλητικῆς καὶ κιθαριστικῆς εὑρετὴς ὁ θεός. δῆλον δ ἐκ τῶν χορῶν καὶ τῶν θυσιῶν, ἃς προσῆγον μετ αὐλῶν τῷ θεῷ: "καθάπερ ἄλλοι τε καὶ Ἀλκαῖος ἔν τινι τῶν ὕμνων ἱστορεῖ. καὶ ἡ ἐν Δήλῳ δὲ τοῦ ἀγάλματος αὐτοῦ ἀφίδρυσις ἔχει ἐν μὲν τῇ δεξιᾷ τόξον, ἐν δὲ τῇ ἀριστερᾷ Χάριτας, τῶν τῆς μουσικῆς ὀργάνων ἑκάστην τι ἔχουσαν: "ἡ μὲν γὰρ λύραν κρατεῖ ἡ δ αὐλοὺς ἡ δ ἐν μέσῳ προσκειμένην ἔχει τῷ στόματι σύριγγα ὅτι δ οὗτος οὐκ ἐμὸς ὁ λόγος, Ἀντικλῆς καὶ Ἴστρος ἐν ταῖς Ἐπιφανείαις περὶ τούτων ἀφηγήσαντο. "οὕτω δὲ παλαιόν ἐστι τὸ ἀφίδρυμα, τοῦτο, ὥστε τοὺς ἐργασαμένους αὐτὸ τῶν καθ Ἡρακλέα Μερόπων φασὶν εἶναι. "ἀλλὰ μὴν καὶ τῷ κατακομίζοντι παιδὶ τὴν Τεμπικὴν δάφνην εἰς Δελφοὺς παρομαρτεῖ αὐλητής: "καὶ τὰ ἐξ Ὑπερβορέων δ ἱερὰ μετ αὐλῶν καὶ συρίγγων καὶ κιθάρας εἰς τὴν Δῆλόν φασι τὸ παλαιὸν στέλλεσθαι. "ἄλλοι δὲ καὶ αὐτὸν τὸν θεόν φασιν αὐλῆσαι, καθάπερ ἱστορεῖ ὁ ἄριστος μελῶν ποιητὴς Ἀλκμάν: "ἡ δὲ Κόριννα καὶ διδαχθῆναί φησι τὸν Ἀπόλλω ὑπ Ἀθηνᾶς αὐλεῖν. σεμνὴ οὖν κατὰ πάντα ἡ μουσική, θεῶν εὑρ´ημα οὖσα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION