- 텍스트

Polybius, Histories, book 29, chapter 12

(폴리비오스, Histories, book 29, chapter 12)

πάλιν ἕτεροι περὶ τοῦ Συριακοῦ πολέμου:? τούτου δ αἴτιόν ἐστιν ὅπερ ἡμῖν εἴρηται διὰ πλειόνων. τὰ δὲ βραχέως εἰρημένα διασκευάζειν καὶ λογοποιεῖν, ἔνια δὲ τῶν ἐν παρέργῳ πεπραγμένων ἔργα καὶ πράγματα κατασκευάζειν, ἀγῶνας διατιθεμένους καὶ παρατάξεις ἐξαγγέλλοντας, ἐν αἷς ἐνίοτε πεζοὶ μὲν ἔπεσον δέκα, ποτὲ δὲ μικρῷ πλείους, ἱππεῖς δ ἔτι τούτων ἐλάττους.

πολιορκίας μὲν γὰρ καὶ τοπογραφίας καὶ τὰ παραπλήσια τούτοις οὐκ ἂν εἴποι τις ἀξίως ἐφ ὅσον ἐξεργάζονται διὰ τὴν ἀπορίαν τῶν πραγμάτων.

περὶ δὲ τοὺς τὰ καθόλου γράφοντας ἐναντίος ἐστὶν ὁ τρόπος:

διόπερ οὐ χρὴ καταγινώσκειν ὡς ἡμῶν ἐπισυρόντων τὰς πράξεις, ὅταν τὰ παρ ἐνίοις πολλοῦ τετευχότα λόγου καὶ διασκευῆς ἡ;

μ; ε; ῖ; ς; ποτὲ μὲν παραλείπωμεν, ποτὲ δὲ βραχέως ἐξαγγέλλωμεν, ἀλλὰ πιστεύειν ὅτι τὸν καθήκοντα λόγον ἑκάστοις ἀποδίδομεν. πρὸς δὲ τούτοις Τάραντος κατάληψιν, Κορίνθου [πολιορκίαν], Σάρδεων, Γάζης, Βάκτρων, ἐπὶ πᾶσι Καρχηδόνος πολιορκίαν διατρίβειν καὶ προστιθέναι παρ αὑτῶν, ἀλλ οὐ παντάπασιν εὐδοκεῖν ἐὰν ψιλῶς περὶ τῶν τοιούτων αὐτὸν τὸν ἀληθῆ καὶ κύριον ἀποδιδῶμεν λόγον.

ἡ δ αὐτὴ καὶ περὶ παρατάξεων ἡμῖν ἔστω καὶ δημηγοριῶν ἀπόφασις, παραπλησίως δὲ καὶ τῶν ἄλλων μερῶν τῆς ἱστορίας:

ἐν οἷς ἅπασι πολλῆς ἂν δικαίως τυγχάνοιμεν συγγνώμης, ὁμοίως δὲ καὶ περὶ τῶν λέγεσθαι μελλόντων, .

οι; ον ει τ; φανείημεν ἢ λήμμασι χρώμενοι τοῖς αὐτοῖς ἢ χειρισμῷ πραγμάτων ἢ τοῖς τῆς λέξεως ῥήμασι: πρὸς δὲ τούτοις ἐάν που παραπίπτωμεν ἐν ὀνομασίαις ὀρῶν ἢ ποταμῶν ἢ τόπων ἰδιότησι:

τὸ γὰρ μέγεθος τῆς πραγματείας ἱκανόν ἐστιν ἡμᾶς ἐν ἅπασι τούτοις παραιτεῖσθαι: πλὴν ἐάν που κατὰ πρόθεσιν ἢ κέρδους τινὸς ἕνεκεν εὑρισκώμεθα ψευδογραφοῦντες:

τοῦτο γὰρ οὐ παραιτούμεθα, καθάπερ ἤδη καὶ πλεονάκις ἐν τῇ πραγματείᾳ περὶ τούτου τοῦ μέρους διεστάλμεθα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION