- 텍스트

Polybius, Histories, book 16, vii. res asiae

(폴리비오스, Histories, book 16, vii. res asiae)

Μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος ὁ Μεγαλοπολίτης:? ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως: "ὁ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ιοὐδαίων ἔθνος. Τῆς δὲ πολιορκίας ῥεμβώδους γενομένης ὁ μὲν Σκόπας ἠδόξει καὶ διεβέβλητο νεανικῶς.

τοῦ Σκόπα νικηθέντος ὑπ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος:

μετ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ιοὐδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ιἑροσόλυμα κατοικοῦντες.

ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες, καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION