- 텍스트

Polybius, Histories, book 16, chapter 17

(폴리비오스, Histories, book 16, chapter 17)

Πρὸς δὲ τούτοις φησὶ τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ Τεγέαν.? τοῦτο δ ἔστιν ἄλογον:

πρόκειται γὰρ τῆς Τεγέας ἡ Μεγάλη πόλις ὡς πρὸς τὴν Μεσσήνην, ὥστ ἀδύνατον εἶναι καλεῖσθαί τινα πύλην παρὰ τοῖς Μεσσηνίοις ἐπὶ Τεγέαν. ἀλλ ἔστι παρ αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθ ἣν ἐποιήσατο τὴν ἐπάνοδον Νάβις:

ᾧ πλανηθεὶς ἔγγιον ὑπέλαβε τὴν Τεγέαν εἶναι Μεσσηνίων. τὸ δ ἔστιν οὐ τοιοῦτον, ἀλλ ἡ Λακωνικὴ καὶ [ἡ] Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς Μεσσηνίας καὶ Τεγεάτιδος.

τὸ δὲ τελευταῖον:

φησὶ γὰρ τὸν Ἀλφειὸν ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα καὶ πολὺν ἐνεχθέντα τόπον ὑπὸ γῆς ἐκβάλλειν περὶ Λυκόαν τῆς Ἀρκαδίας. καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγαλοπολίτιδος τὰς μὲν ἀρχὰς ἐλαφρός, εἶτα λαμβάνων αὔξησιν καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημένην χώραν ἐπὶ διακοσίους σταδίους γίνεται πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λουσίου ῥεῦμα καὶ παντελῶς ἄβατος ὢν καὶ βαρύς.

Οὐ μὴν ἀλλὰ καὶ πάντα μοι δοκεῖ τὰ προειρημένα διαπτώματα μὲν εἶναι, πρόφασιν δ ἐπιδέχεσθαι καὶ παραίτησιν:

τὰ μὲν γὰρ δι ἄγνοιαν γέγονε, τὸ δὲ περὶ τὴν ναυμαχίαν διὰ τὴν πρὸς τὴν πατρίδα φιλοστοργίαν. τί τις οὖν εἰκότως ἂν Ζήνωνι μέμψαιτο·

διότι τὸ πλεῖον οὐ περὶ τὴν τῶν πραγμάτων ζήτησιν οὐδὲ περὶ τὸν χειρισμὸν τῆς ὑποθέσεως, ἀλλὰ περὶ τὴν τῆς λέξεως κατασκευὴν ἐσπούδακε, καὶ δῆλός ἐστι πολλάκις ἐπὶ τούτῳ σεμνυνόμενος, καθάπερ καὶ πλείους ἕτεροι τῶν ἐπιφανῶν συγγραφέων· ἐγὼ δὲ φημὶ μὲν δεῖν πρόνοιαν ποιεῖσθαι καὶ σπουδάζειν ὑπὲρ τοῦ δεόντως ἐξαγγέλλειν τὰς πράξεις - δῆλον γὰρ ὡς οὐ μικρά, μεγάλα δὲ συμβάλλεται τοῦτο πρὸς τὴν ἱστορίαν - οὐ μὴν ἡγεμονικώτατόν γε καὶ πρῶτον αὐτὸ παρὰ τοῖς μετρίοις ἀνδράσι τίθεσθαι:

πολλοῦ γε δεῖν:

ἄλλα γὰρ ἂν εἰή καλλίω μέρη τῆς ἱστορίας, ἐφ οἷς ἂν μᾶλλον σεμνυνθείη πολιτικὸς ἀνήρ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION