호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὸς δὲ Πειρίθῳ τὴν ὑπουργίαν ἀποδιδούς, εἰς Ἤπειρον συναπεδήμησεν ἐπὶ τὴν Αἰ¨δωνέως θυγατέρα τοῦ Μολοσσῶν βασιλέως, ὃς τῇ γυναικὶ Φερσεφόνην ὄνομα θέμενος, Κόρην δὲ τῇ θυγατρί, τῷ δὲ κυνὶ Κέρβερον, ἐκέλευε τούτῳ διαμάχεσθαι τοὺς μνωμένους τὴν παῖδα καὶ λαβεῖν τὸν κρατήσαντα.? τοὺς μέντοι περὶ τὸν Πειρίθουν οὐ μνηστῆρας ἥκειν, ἀλλ ἁρπασομένους πυνθανόμενος συνέλαβε: καὶ τὸν μὲν Πειρίθουν εὐθὺς ἠφάνισε διὰ τοῦ κυνός, τὸν δὲ Θησέα καθείρξας ἐφύλαττεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기