- 텍스트

Plutarch, chapter 27 6:

(플루타르코스, chapter 27 6:)

δεικνύουσι δὲ καὶ Μεγαρεῖς Ἀμαζόνων θήκην παρ αὑτοῖς, ἐπὶ τὸν καλούμενον Ῥοῦν βαδίζουσιν ἐξ ἀγορᾶς, ὅπου τὸ Ῥομβοειδές.? λέγεται δὲ καὶ περὶ Χαιρώνειαν ἑτέρας ἀποθανεῖν, καὶ ταφῆναι παρὰ τὸ ῥευμάτιον ὃ πάλαι μέν, ὡς ἐοίκε, Θερμώδων, Αἵμων δὲ νῦν καλεῖται: περὶ ὧν ἐν τῷ Δημοσθένους βίῳ γέγραπται. φαίνονται δὲ μηδὲ Θεσσαλίαν ἀπραγμόνως αἱ Ἀμαζόνες διελθοῦσαι: τάφοι γὰρ αὐτῶν ἔτι καὶ νῦν δείκνυνται περὶ τὴν Σκοτουσαίαν καὶ τὰς Κυνὸς κεφαλάς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION