- 텍스트

Plutarch, Quaestiones Convivales, book 6, Εἰ δεῖ τὸν οἶνον ἐνδιηθεῖν.? 5:

(플루타르코스, Quaestiones Convivales, book 6, Εἰ δεῖ τὸν οἶνον ἐνδιηθεῖν. 5:)

"ὦ τᾶν, οὐδ ἀναίμον, ἀλλὰ μειλίχιον καὶ ἡμερίδην, ἀπὸ τῆς ὄψεως αὐτῆς πρῶτον. "σὺ δ ἀξιοῖς τοῦ νυκτερινοῦ καὶ μελαναιγίδος ἐμφορεῖσθαι, καὶ ψέγεις τὴν κάθαρσιν ὥσπερ χολημεσίαν δι ἧς τὸ βαρὺ καὶ μεθυστικὸν ἀφιεὶς καὶ νοσῶδες ἐλαφρὸς καὶ ἄνευ ὀργῆς· "ἀναμίγνυται ἡμῖν, οἱο῀ν Ὅμηρός φησι πίνειν τοὺς ἡρ´ωας αἴθοπα γὰρ οὐ καλεῖ τὸν ζοφερόν, ἀλλὰ τὸν διαυγῆ καὶ λαμπρόν: "οὐ γὰρ ἂν ὁ λέγων εὐήνορα καὶ νώροπα χαλκὸν αἴθοπα προσηγόρευεν. "ὥσπερ οὖν ὁ σοφὸς Ἀνάχαρσις ἄλλ ἄττα τῶν Ἑλλήνων μεμφόμενος ἐπῄνει τῶν ἀνθρακέων ὅτι τὸν καπνὸν ἔξω καταλιπόντες οἴκαδε πῦρ κομίζουσιν: "οὕτως ἡμᾶς ἐφ ἑτέροις ἂν ψέγοιτε μᾶλλον οἱ σοφοὶ ὑμεῖς. εἰ δὲ τοῦ οἴνου τὸ ταρακτικὸν καὶ ὀχλῶδες ἐξωθούμενοι καὶ ἀποσκεδάσαντες, αὐτὸν δ εὐφραίνοντες οὐ καλλωπίσαντες οὐδ ὥσπερ σιδήρου στόμωμα καὶ ἀκμὴν ἀποκόψαντες, ἀλλὰ μᾶλλον ὥσπερ ἰὸν ἢ ῥύπον ἀποκαθήραντες προσφερόμεθα, τί πλημμελοῦμεν· "ὅτι νὴ Δία πλέον ἰσχύει μὴ διηθούμενος. "καὶ γὰρ ἄνθρωπος, ὦ φίλε, φρενετίζων καὶ μαινόμενος: "ἀλλ ὅταν ἐλλεβόρῳ χρησάμενος ἢ διαίτῃ καταστῇ, τὸ μὲν σφοδρὸν ἐκεῖνο καὶ σύντονον οἴχεται καὶ γέγονεν ἐξίτηλον, ἡ δ ἀληθινὴ δύναμις καὶ σωφροσύνη παραγίγνεται τῷ σώματι: "οὕτω δὴ καὶ ἡ κάθαρσις τοῦ οἴνου τὸ πληκτικὸν ἀφαιροῦσα καὶ μανικόν, εἰς πραεῖαν ἕξιν καὶ ὑγιαίνουσαν καθίστησι. "περιεργίαν δ οἶμαι πάμπολυ διαφέρειν καθαριότητος: "καὶ γὰρ αἱ γυναῖκες φυκούμεναι καὶ μυριζόμεναι καὶ χρυσὸν φοροῦσαι καὶ πορφύραν περίεργοι δοκοῦσι: "λουτρὸν δὲ καὶ ἄλειμμα καὶ κόμης θρύψιν οὐδεὶς αἰτιᾶται. "χαριέντως δὲ τὴν διαφορὰν ὁ ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥρας ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιο λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ ἐλαίῳ μέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης ἐστιν: "ὅταν δὲ τὰς χρυσᾶς περόνας ἀναλαμβάνῃ καὶ τὰ διηκριβωμένα τέχνῃ ἐλλόβια καὶ τελευτῶσα τῆς περὶ τὸν κεστὸν ἅπτηται γοητείας, περιεργία τὸ χρῆμα καὶ λαμυρία μὴ πρέπουσα γαμετῇ γέγονεν. "οὐκοῦν καὶ τὸν οἶνον οἱ μὲν ἀλόαις χρωτίζοντες ἢ κινναμώμοις καὶ κρόκοις ἐφηδύνοντες ὥσπερ γυναῖκα καλλωπίζουσιν εἰς τὰ συμπόσια καὶ προαγωγεύουσιν οἱ δ ἀφαιροῦντες τὸ ῥυπαρὸν καὶ ἄχρηστον ἐξ αὐτοῦ θεραπεύουσι καὶ καθαίρουσιν. "ἐπεὶ πάντ ἂν εἴποις ταῦτα περιεργίαν, ἀρξάμενος ἀπὸ τοῦ οἴκου: "τί γὰρ οὕτω κεκονίαται· "τί δ ἀνέῳγε τοῦ περιέχοντος ὅθεν ἂν μάλιστα πνεῦμα λαμβάνοι καθαρὸν καὶ τοῦ φωτὸς ἀπολαύοι περιιόντος ἐπὶ τὰς δύσεις· "τί δὲ τῶν ἐκπωμάτων ἕκαστον ἐκτέτριπται καὶ διέσμηκται πανταχόθεν ὥστε λάμπειν καὶ περιστίλβειν· "ἢ τὸ μὲν ἔκπωμ ἔδει μὴ ῥύπου μηδὲ μοχθηρίας ὀδωδὸς εἶναι, τὸ δ ἐξ αὐτοῦ πινόμενον εὐρῶτος ἢ κηλίδων ἀναπεπλῆσθαι· "καὶ τί δεῖ τἄλλα λέγειν· "ἡ γὰρ αὐτοῦ τοῦ πυροῦ διαπόνησις εἰς τὸν ἄρτον οὐδὲν ἕτερον ἢ κάθαρσις οὖσα, θέασαι μεθ ὅσης γίγνεται πραγματείας: "οὐ γὰρ μόνον ὑποσκαφισμοὶ καὶ διαττήσεις καὶ ἀποκρίσεις καὶ διακρίσεις εἰσὶ τῶν σιτίων καὶ τῶν ἀλλοτρίων, ἀλλ ἡ τρῖψις ἐκθλίβουσα τοῦ φυράματος τὸ τραχὺ καὶ ἡ πέψις ἐξικμάζουσα τὸ ὑγρὸν καθαίρουσι καὶ συστέλλουσι τὴν ὕλην εἰς αὐτὸ τὸ ἐδώδιμον. "τί οὖν ἄτοπον, εἰ καὶ τοῦ οἴνου τὸ τρυγῶδες ὡς κρίμνον ἢ σκύβαλον ἡ διήθησις ἐξαιρεῖ, μήτε δαπάνης τινὸς τῇ καθάρσει μήτ ἀσχολίας πολλῆς προσούσης·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION