- 텍스트

Plutarch, Quaestiones Convivales, book 6, Εἰ δεῖ τὸν οἶνον ἐνδιηθεῖν.? 4:

(플루타르코스, Quaestiones Convivales, book 6, Εἰ δεῖ τὸν οἶνον ἐνδιηθεῖν. 4:)

"ἡ δὲ τοιαύτη κάθαρσις αὐτοῦ πρῶτον μὲν ἐκτέμνει τὰ νεῦρα καὶ τὴν θερμότητα κατασβέννυσιν: "ἐξανθεῖ γὰρ καὶ ἀποπνεῖ διερωμένου πολλάκις: "ἔπειτα περιεργίαν καὶ καλλωπισμὸν ἐμφαίνει καὶ τρυφὴν εἰς τὸ ἡδὺ καταναλίσκουσα τὸ χρήσιμον. "ὥσπερ γὰρ τὸ τοὺς ἀλεκτρυόνας ἐκτεμεῖν καὶ τοὺς χοίρους, ἁπαλὴν αὐτῶν παρὰ φύσιν τὴν σάρκα ποιοῦντας καὶ θήλειαν, οὐχ ὑγιαινόντων ἐστὶν ἀνθρώπων ἀλλὰ διεφθαρμένων ὑπὸ λιχνείας: "οὕτως, εἰ δεῖ μεταφορᾷ χρησάμενον λέγειν, ἐξευνουχίζουσι τὸν ἄκρατον καὶ ἀποθηλύνουσιν οἱ διηθοῦντες, οὔτε φορεῖν ὑπ ἀσθενείας οὔτε πίνειν τὸν μέτριον δυνάμενοι διὰ τὴν ἀκρασίαν: "ἀλλὰ σόφισμα τοῦτ ἐστὶν αὐτοῖς καὶ μηχάνημα πολυποσίας ἐξαιροῦσι δὲ τοῦ οἴνου τὸ ἐμβριθές, τὸ λεῖον ἀπολιπόντες, ὥσπερ οἱ τοῖς ἀκρατῶς ἔχουσι πρὸς ψυχροποσίαν ἀρρώστοις ἀφεψημένον διδόντες: "ὅ τι γὰρ στόμωμα τοῦ οἴνου καὶ κράτος ἐστί, τοῦτ ἐν τῷ διυλίζειν ἐξαιροῦσι καὶ ἀποκρίνουσι. "μέγα δὲ τεκμήριον ἡ διαφθορὰ καὶ τὸ μὴ διαμένειν, ἀλλ ἐξίστασθαι καὶ μαραίνεσθαι, καθάπερ ἀπὸ ῥίζης κοπέντα τῆς τρυγός: "οἱ δὲ παλαιοὶ καὶ τρύγα τὸν οἶνον ἄντικρυς ἐκάλουν, ὥσπερ ψυχὴν καὶ κεφαλὴν τὸν ἄνθρωπον εἰώθαμεν ἀπὸ τῶν κυριωτάτων ὑποκορίζεσθαι, καὶ τρυγᾶν λέγομεν τοὺς δρεπομένους τὴν ἀμπελίνην ὀπώραν, καὶ διατρύγιόν που Ὅμηρος εἴρηκεν, αὐτὸν δὲ τὸν οἶνον αἴθοπα καί ἐρυθρὸν εἰώθε : "καλεῖν: "οὐχ ὡς Ἀριστίων ἡμῖν ὠχριῶντα καὶ χλωρὸν ὑπὸ τῆς πολλῆς καθάρσεως παρέχεται.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION