호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"εἴπερ ἀληθές ἐστιν: "οὐκ ἔχει δ οὕτως, ἀλλ αὑτοὺς παραλογιζόμεθα, θερμὸν εὐθὺς εἶναι τὸ θερμαῖνον ὑπολαμβάνοντες: "καὶ ταῦθ ὁρῶντες ὅτι ταὐτὸν ἱμάτιον ἐν χειμῶνι θερμαίνειν ἐν δ ἡλίῳ ψύχειν γέγονεν: "ὥσπερ ἡ τραγικὴ τροφὸς ἐκείνη τὰ τῆς Νιόβης τέκνα τιθηνεῖται λεπτοσπαθήτων χλανιδίων ἐρειπίοις θάλπουσα καὶ ψύχουσα. "Γερμανοὶ μὲν οὖν κρύους πρόβλημα ποιοῦνται τὴν ἐσθῆτα μόνον, Αἰθίοπες δὲ θάλπους μόνον, ἡμεῖς δ ἀμφοῖν. ὥστε τί μᾶλλον, εἰ θάλπει, θερμὴν ἤπερ ψυχρὰν ἀπὸ τοῦ περιψύχειν λεκτέον· "εἰ δὲ δεῖ τῇ αἰσθήσει τεκμαίρεσθαι, μᾶλλον ἂν ψυχρὰ γένοιτο: "καὶ γὰρ ὁ χιτὼν ψυχρὸς ἡμῖν προσπίπτει τὸ πρῶτον ἐνδυσαμένοις καὶ τὰ στρώματα κατακλινεῖσιν εἶτα μέντοι συναλεαίνει τῆς ἀφ ἡμῶν πιμπλάμενα θερμασίας, καὶ ἅμα μὲν περιστέλλοντα καὶ κατέχοντα τὸ θερμόν, ἅμα δ ἀπείργοντα τὸ κρύος καὶ τὸν ἔξωθεν ἀέρα τοῦ σώματος. "οἱ μὲν οὖν πυρέττοντες καυματιζόμενοι συνεχῶς ἀλλάττουσι τὰ ἱμάτια τῷ ψυχρὸν εἶναι τὸ ἐπιβαλλόμενον ἂν δ ἐπιβληθῇ, παραχρῆμα γίγνεται θερμὸν ὑπὸ τοῦ σώματος. "ὥσπερ οὖν ἡμᾶς θερμαινόμενον θερμαίνει θοἰμάτιον, οὕτω τὴν χιόνα ψυχόμενον ἀντιπεριψύχει: "ψύχεται δ ὑπ αὐτῆς ἀφιείσης πνεῦμα λεπτόν: "τοῦτο γὰρ συνέχει τὴν πῆξιν αὐτῆς ἐγκατακεκλεισμένον: "ἀπελθόντος δὲ τοῦ πνεύματος, ὕδωρ οὖσα ῥεῖ καὶ διατήκεται, καὶ ἀπανθεῖ τὸ λευκὸν ὅπερ ἡ τοῦ πνεύματος πρὸς τὸ ὑγρὸν ἀνάμιξις ἀφρώδης· "γενομένη παρεῖχεν ἅμα τ οὖν τὸ ψυχρὸν ἐγκατέχεται περιστεγόμενον τῷ ἱματίῳ, καὶ ὁ ἔξωθεν ἀὴρ ἀπειργόμενος οὐ τέμνει τὸν πάγον οὐδ ἀνίησιν. "ἀγνάπτοις δὲ τούτοις πρὸς τοῦτο διὰ τὴν τραχύτητα καὶ ξηρότητα τῆς κροκύδος οὐκ ἐώσης ἐπιπεσεῖν βαρὺ θοἰμάτιον οὐδὲ συνθλῖψαι τὴν χαυνότητα τῆς χιόνος: "ὥσπερ καὶ τὸ ἄχυρον διὰ κουφότητα μαλακῶς περιπῖπτον οὐ θρύπτει τὸν πάγον, ἄλλως δὲ πυκνόν ἐστι καὶ στεγανόν, ὥστε καὶ τὴν θερμότητα τοῦ ἀέρος ἀπείργειν καὶ τὴν ψυχρότητα κωλύειν ἀπιέναι τῆς χιόνος. "ὅτι δ ἡ τοῦ πνεύματος διάκρισις ἐμποιεῖ τὴν τῆξιν, ἐμφανές ἐστι τῇ αἰσθήσει τηκομένη γὰρ ἡ χιὼν πνεῦμα ποιεῖ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기