호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"διὰ τίνα δ αἰτίαν οὐδὲ κιττοῦ θιγεῖν ἐφίετο τῷ ἱερεῖ τοῦ Διός, οὐδ ὁδὸν διελθεῖν ἀναδενδράδος ἄνωθεν διατεταμένης·? οὐ ταῦτα τῶν Πυθαγορικῶν δεδιότων καὶ φυλαττομένων, ἀλλ ἕτερα τούτοις ἀπαγορευόντων· καὶ γὰρ τὸ ὑπ ἄμπελον ὑποπορεύεσθαι τὴν ἀναφορὰν ἐπὶ τὸν οἶνον εἶχεν, ὡς οὐ θεμιτὸν τῷ ἱερεῖ μεθύσκεσθαι.
πιέζονται καὶ ταπεινοῦνται, δέον ὑπερτέρους εἶναι καὶ κρατεῖν ἀεὶ τῆς ἡδονῆς ταύτης ἀλλὰ μὴ κρατεῖσθαι.
τὸν δὲ κιττὸν πότερον ὡς:
ὄψει γοητεύοντα τοὺς πολλοὺς, οὐκ ᾤοντο δεῖν ἀσύμβολον ἐν ταῖς οἰκίαις μάτην ἐντρέφεσθαι καὶ περιπλέκεσθαι, βλαβερὸν ὄντα τοῖς προσδεχομένοις φυτοῖς τῆς γῆς ἐχόμενον διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτε ἐν Ἥρας Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν:
Ἀγριωνίοις δὲ καὶ Νυκτελίοις, ὧν τὰ πολλὰ διὰ σκότους δρᾶται, πάρεστιν:
ἢ καὶ τοῦτο συμβολικὴ θιάσων καὶ βακχευμάτων ἀπαγόρευσις ἦν·
αἱ γὰρ ἔνοχοι τοῖς βακχικοῖς πάθεσι γυναῖκες εὐθὺς ἐπὶ τὸν κιττὸν φέρονται, καὶ σπαράττουσι δραττόμεναι ταῖς χερσὶ καὶ διεσθίουσαι τοῖς στόμασιν: ἐξίστησι καὶ ταράττει, καὶ ὅλως ἀοίνον ἐπάγει μέθην καὶ χάριν τοῖς ἐπισφαλῶς πρὸς ἐνθουσιασμὸν ἔχουσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기