- 텍스트

Plutarch, Quaestiones Romanae, section 109

(플루타르코스, Quaestiones Romanae, section 109)

"διὰ τί τῷ ἱερεῖ τοῦ Διός, ὃν Φλάμινα Διᾶλιν καλοῦσιν, οὐκ ἐξῆν ἀλεύρου θιγεῖν, οὐδὲ ζύμης·? ἦ τὸ μὲν ἄλευρον ἀτελὴς τροφὴ καὶ ἄπεπτός ἐστιν· οὔτε γὰρ ὃ ἦν μεμένηκεν ὁ πυρὸς οὔτ ὃ δεῖ γενέσθαι γέγονεν ὁ ἄρτος, ἀλλὰ καὶ τὴν σπέρματος δύναμιν ἀπολώλεκεν ἅμα καὶ τὴν σιτίου χρείαν οὐκ ἔσχηκε. ἐκ μεταφορᾶς ὠνόμασεν ὥσπερ φονευόμενον ἐν τῷ ἀλέτῳ καὶ φθειρόμενον:

ἡ δὲ ζύμη καὶ γέγονεν ἐκ φθορᾶς αὐτὴ καὶ φθείρει τὸ φύραμα μιγνυμένη : γίγνεται γὰρ ἄτονον καὶ ἀδρανὲς καὶ ὅλως ἐοίκε σῆψις ἡ ζύμωσις εἶναι: πλεονάσασα γοῦν ἀποξύνει παντάπασι καὶ φθείρει τὸ ἄλευρον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION