- 텍스트

Plutarch, Quaestiones Romanae, section 99

(플루타르코스, Quaestiones Romanae, section 99)

"διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα καὶ φυγόντα παύοντες ἕτερον αἱροῦνται, τοῦ δ αὔγουρος, ἑώς ζῇ, κἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι καταγνῶσιν, οὐκ ἀφαιροῦνται τὴν ἱερωσύνην αὔγουρας δὲ τοὺς ἐπὶ τῶν οἰωνῶν καλοῦσι·? πότερον, ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ τῶν ἱερῶν ἀπόρρητα γιγνώσκειν, ὃς οὐκ ἔστιν ἱερεύς: ἢ κατειλημμένον ὁρ´κοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερῶν ἀπολῦσαι τῶν ὁρ´κων οὐ θέλουσιν ἰδιώτην γενόμενον·

ἢ τιμῆς οὐκ ἔστιν οὐδ ἀρχῆς ἀλλ ἐπιστήμης ὄνομα καὶ τέχνης ὁ αὔγουρ·

ὅμοιον οὖν τῷ τὸν μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ κωλύειν μάντιν εἶναι τὸν μάντιν, ἀφελέσθαι μὴ δυναμένους τὴν δύναμιν αὐτοῦ, κἂν ἀφέλωνται τὴν προσηγορίαν.

οὐ καθιστᾶσιν, εἰκότως τὸν ἐξ ἀρχῆς ἀριθμὸν τῶν αὐγούρων φυλάττοντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION