- 텍스트

Plutarch, Quaestiones Romanae, section 90

(플루타르코스, Quaestiones Romanae, section 90)

"διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας, ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν·? ἦ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν· ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὐάνδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν.

κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε: καὶ γὰρ οὗτος αὐτῷ ἀεὶ πολλὰ πράγματα παρέσχε καὶ ὁ Κέρβερος: καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION