- 텍스트

Plutarch, Quaestiones Romanae, section 86

(플루타르코스, Quaestiones Romanae, section 86)

"διὰ τί τοῦ Μαϊού μηνὸς οὐκ ἄγονται γυναῖκας·? Ιοὐνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δ ἀνθρώπους·

διὸ καὶ τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην.

ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς κατοιχομένοις ἐναγίζουσι· καὶ διὰ τοῦτ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας ἐπώνυμός ἐστιν.

ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος,: ἀπὸ τῆς πρεσβυτέρας, ὁ δ Ιοὔνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται· γάμῳ δ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν ἀλλ ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, ἥ τ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.

Ιοὔνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION