- 텍스트

Plutarch, Quaestiones Romanae, section 81

(플루타르코스, Quaestiones Romanae, section 81)

"διὰ τί περιπόρφυρον ὁ δήμαρχος οὐ φορεῖ, τῶν ἄλλων ἀρχόντων φορούντων·? " ἦ, τὸ παράπαν οὐδ ἐστὶν ἄρχων· οὐδὲ γὰρ ῥαβδούχους ἔχουσι οὐδ ἐπὶ δίφρου καθήμενοι χρηματίζουσιν, οὐδ ἔτους ἀρχῇ καθάπερ οἱ λοιποὶ πάντες ἄρχοντες εἰσίασιν, οὐδὲ παύονται δικτάτωρος αἱρεθέντος ἀλλὰ πᾶσαν ἀρχὴν ἐκείνου μετατιθέντος εἰς ἑαυτὸν αὐτοὶ μόνοι διαμένουσιν, ὥσπερ οὐκ ὄντες ἄρχοντες ἀλλ ἑτέραν τινὰ τάξιν ἔχοντες.

ὡς δὲ τῶν ῥητόρων ἔνιοι τὴν παραγραφὴν οὐ βούλονται δίκην εἶναι, τοὐναντίον τῇ δίκῃ δρῶσαν:

ἡ μὲν γὰρ εἰσάγει καὶ ποιεῖ κρίσιν, ἡ δ ἀναιρεῖ καὶ λύει:

ἀρχὴν ἀντίταξιν ἢ ἀρχήν.

τὸ γὰρ ἐνστῆναι πρὸς δύναμιν ἄρχοντος καὶ τὴν ἄγαν ἐξουσίαν ἀφελεῖν ἐξουσία καὶ δύναμίς ἐστιν αὐτῆς. ἢ ταῦτα μὲν ἄν τις εἴποι καὶ τὰ τοιαῦτα χρώμενος εὑρεσιλογίᾳ: καὶ στολῇ καὶ διαίτῃ τοῖς ἐπιτυγχάνουσι τῶν πολιτῶν.

ὁ γὰρ ὄγκος ὑπάτῳ προσήκει καὶ στρατηγῷ, τὸν δὲ δήμαρχον, ὡς Γάιος Κουρίων ἔλεγε, καταπατεῖσθαι δεῖ, καὶ μὴ σεμνὸν εἶναι τῇ ὄψει μηδὲ δυσπρόσοδον μηδὲ τοῖς πολλοῖς χαλεπόν, ἀλλ ὑπὲρ τῶν ἄλλων τοῖς δὲ πολλοῖς εὐμεταχείριστον. ὅθεν οὐδ οἰκίας αὐτοῦ κλείεσθαι νενόμισται θύραν, ἀλλὰ καὶ νύκτωρ ἀνέῳγε καὶ μεθ ἡμέραν ὥσπερ λιμὴν καὶ καταφυγὴ τοῖς δεομένοις.

ὅσῳ δὲ μᾶλλον ἐκταπεινοῦται τῷ σχήματι, τοσούτῳ μᾶλλον αὔξεται τῇ δυνάμει.

κοινὸν γὰρ αὐτὸν ἀξιοῦσι τῇ χρείᾳ καὶ πᾶσιν ἐφικτὸν ὥσπερ βωμὸν εἶναι, τῇ δὲ τιμῇ ποιοῦσιν ἱερὸν καὶ ἅγιον καὶ ἄσυλον: ὅπου κἂν βαδίζων ἐν δημοσίῳ , πᾶσι νόμος ἐστὶ καθαίρεσθαι καὶ ἁγνίζεσθαι τὸ σῶμα καθάπερ μεμιασμένον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION