- 텍스트

Plutarch, Quaestiones Romanae, section 75

(플루타르코스, Quaestiones Romanae, section 75)

"διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλ αὐτὸν ὑφ ἑαυτοῦ περιεώρων μαραινόμενον" πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδ ἀναιρεῖν, ὡς ζῴῳ τοῦ πυρὸς ἐοικότος·? καὶ γὰρ τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον.

ἢ διδάσκει τὸ ἔθος ἡμᾶς, ὅτι δεῖ μήτε πῦρ μήθ ὕδωρ μήτ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION