- 텍스트

Plutarch, Quaestiones Romanae, section 74

(플루타르코스, Quaestiones Romanae, section 74)

"διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς:? "ἣν βρέβεμ καλοῦσι· πότερον ὅτι μικρὸς· ὢν ἐν καὶ ταπεινὰ πράττων καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης: ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἐοίκε τὴν τῆς τύχης: ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν ἁπάσαις·

οὐ γὰρ μόνον Τύχης εὐέλπιδος·

καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δ ἐπιστρεφομένης , ἄλλο παρθένου : καὶ τί ἄν τις ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτηρίας ἱερόν ἐστιν, ἣν βισκᾶταν ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν· μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION