- 텍스트

Plutarch, Quaestiones Romanae, section 55

(플루타르코스, Quaestiones Romanae, section 55)

"διὰ τί ταῖς Ιἀνουαρίαις εἰδοῖς περιιέναι δέδοται τοῖς αὐληταῖς τὴν πόλιν ἐσθῆτας γυναικείας φοροῦντας·? ἦ διὰ τὴν λεγομένην αἰτίαν· γὰρ ὡς ἐοίκε τιμὰς ἐκαρποῦντο, τοῦ βασιλέως Νομᾶ δόντος αὐτοῖς διὰ τὴν πρὸς τὸ θεῖον ὁσιότητα:

ταύτας δ ὕστερον ἀφαιρεθέντες ὑπὸ τῆς ἀνθυπατικῆς δεκαδαρχίας ἀπεχώρησαν ἐκ τῆς πόλεως.

ἦν οὖν ἐπιζήτησις αὐτῶν καί τις ἥπτετο δεισιδαιμονία τῶν ἱερέων ἄναυλα θυόντων. ἐπεὶ δ οὐκ ἐπείθοντο μεταπεμπομένοις ἀλλ ἐν Τιβοῦρι διέτριβον, ἀνὴρ ἀπελεύθερος κρύφα τοῖς ἄρχουσιν ἐπηγγείλατο κατάξειν αὐτούς. καὶ παρασκευάσας θοίνην ἄφθονον ὡς τεθυκὼς θεοῖς ἐκάλεσε τοὺς αὐλητάς: καὶ γύναια παρῆν ἅμα τῷ πότῳ καὶ παννυχὶς συνεκροτεῖτο παιζόντων καὶ χορευόντων.

εἶτ ἐξαίφνης ὁ ἄνθρωπος ἐμβαλὼν λόγον ὡς τοῦ πάτρωνος ἐπιόντος αὐτῷ καὶ ταραττόμενος συνέπεισε τοὺς αὐλητὰς ἀναβάντας ἐφ ἁμάξας δέρρεσι κύκλῳ περικαλυπτομένας εἰς τὸ Τιβοὺρ κομίζεσθαι.

τοῦτο δ ἦν ἀπάτη:

περιαγαγὼν γὰρ τὰς ἁμάξας οὐ συνορῶντας αὐτοὺς διὰ τὸν οἶνον καὶ τὸ σκότος ἔλαθεν εἰς Ῥώμην καταγαγὼν ἅπαντας ἑώθεν:

ἐτύγχανον δ οἱ πολλοὶ διὰ τὴν παννυχίδα καὶ τὸν πότον ἐν ἐσθῆσιν ἀνθιναῖς καὶ γυναικείαις ὄντες. ἡμέραν ἐκείνην οὕτως ἀμπεχομένους σοβεῖν διὰ τῆς πόλεως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION