- 텍스트

Plutarch, Quaestiones Romanae, section 50

(플루타르코스, Quaestiones Romanae, section 50)

"διὰ τί ὁ ἱερεὺς τοῦ Διός, ἀποθανούσης αὐτῷ τῆς γυναικός, ἀπετίθετο τὴν ἀρχήν, ὡς Ἀτήιος ἱστόρηκε·? πότερον ὅτι τοῦ μὴ λαβόντος ὁ λαβὼν εἶτ ἀποβαλὼν γυναῖκα γαμετὴν ἀτυχέστερος ὁ μὲν γὰρ τοῦ γεγαμηκότος οἶκος τέλειος, ὁ δὲ τοῦ γήμαντος εἶτ ἀποβαλόντος οὐκ ἀτελὴς μόνον ἀλλὰ καὶ πεπηρωμένος:

ἢ συνιερᾶται μὲν ἡ γυνὴ τῷ ἀνδρὶ ὡς καὶ πολλὰ τῶν ἱερῶν οὐκ ἔστι δρᾶσαι μὴ γαμετῆς συμπαρούσης, τὸ δὲ γαμεῖν εὐθὺς ἑτέραν ἀποβαλόντα τὴν προτέραν οὔτ ἴσως δυνατὸν οὔτ ἄλλως ἐπιεικές,:

·

ὅθεν οὐδ ἀποπέμψασθαι πρότερον ἐξῆν, οὐδὲ νῦν ὡς ἐοίκεν ἔξεστιν, ἀλλ ἐφ ἡμῶν ἐπέτρεψεν ἐντευχθεὶς Δομετιανός. οἱ δ ἱερεῖς παρεγένοντο τῇ τοῦ γάμου διαλύσει, πολλὰ φρικώδη καὶ ἀλλόκοτα καὶ σκυθρωπὰ δρῶντες. ἀπάγεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION