호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον εἶχον οἱ παλαιοὶ διὰ παντός·? λεγομένου, τὴν οἱο῀ν ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδ ἀποκεκλεῖσθαι μηδ ἐλινύειν:
ἢ μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν :
ὡρ´αν μηκυνομένης τῆς προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυωρητικὴν θεόν, ἣν διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥάθυμον οὐδ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον· ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τῶν Ἑλληνικῶν ὀνομάτων ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν καὶ ἐφορῶσαν·
ὅθεν ὡς ἀκοιμήτου καὶ ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς.
προτρεπτικόν τινα καὶ παρορμητικὸν ὄντα σύμβουλον ἢ δημαγωγὸν οὕτως ὠνομάσθαι φατέον, οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς ἔνιοι λέγουσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기