- 텍스트

Plutarch, Quaestiones Romanae, section 42

(플루타르코스, Quaestiones Romanae, section 42)

"διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμείῳ τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβολαίων·? " πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην ἢ ὅτι καρπῶν ἀρετῆς ἢ γεωργίας ἡγεμὼν ὁ θεός· ἡ γὰρ ἁρ´πη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ πειθόμενος λέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο.

καρπῶν δ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος:

διὸ τὸν αἴτιον καὶ φύλακα ποιοῦνται τῆς εὐδαιμονίας.

μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς ἀγομένας δι ἐννέα ἡμερῶν ἐπ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, ἱερὰς τοῦ Κρόνου νομίζεσθαι:

πράσεως γὰρ καὶ ὠνῆς περιουσία καρπῶν ἀρχὴν παρέσχεν. ἀπέδειξε τὸ Κρόνιον, τῶν βασιλέων καταλυθέντων, Οὐαλέριος Ποπλικόλας πειθόμενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον εἶναι τὸν τόπον·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION