- 텍스트

Plutarch, Quaestiones Romanae, section 41

(플루타르코스, Quaestiones Romanae, section 41)

πότερον ὡς οἱ πολλοὶ λέγουσιν ἐπὶ τιμῇ τοῦ Κρόνου πλοίῳ διαπεράσαντος εἰς Ἰταλίαν, ἢ τοῦτο μὲν ἔστιν ἐπὶ πολλῶν λέγειν καὶ γὰρ Ιἀνὸς καὶ Εὐάνδρος·? καὶ Αἰνείας ἐκ θαλάττης προσεκομίσθησαν, ἐκεῖνο δ ἄν τις μᾶλλον εἰκάσειεν, ὅτι τὰ μὲν καλὰ ταῖς πόλεσίν ἐστι τὰ δ ἀναγκαῖα:

καὶ μέγιστον τῶν μὲν καλῶν ἡ εὐνομία, τῶν δ ἀναγκαίων ἡ εὐπορία· εὐκοσμίαν μὲν Ιἀνὸς κατέστησεν αὐτοῖς ἐξημερώσας τὸν βίον, ἀφθονίαν δὲ παρέχει τῶν ἀναγκαίων ὁ ποταμὸς πλόιμος ὢν καὶ τὰ μὲν ἐκ θαλάττης τὰ δ ἀπὸ τῆς χώρας κατακομίζων, σύμβολον ἔσχε τὸ νόμισμα τοῦ μὲν νομοθέτου τὸ δίμορφον ὡς εἴρηται διὰ τὴν μεταβολήν, τοῦ δὲ ποταμοῦ τὸ πορθμεῖον.

Συίλλιοι καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας εἴρηκεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION