- 텍스트

Plutarch, Quaestiones Romanae, section 31

(플루타르코스, Quaestiones Romanae, section 31)

"διὰ τί ὁ πολυθρύλητος ᾄδεται Ταλάσιος ἐν τοῖς γάμοις·? πότερον ἀπὸ τῆς ταλασίας καὶ γὰρ τὸν τάλαρον τάλασον ὀνομάζουσι: καὶ τὴν νύμφην εἰσάγοντες νάκος ὑποστρωννύουσιν: αὐτὴ δ εἰσφέρει μὲν ἠλακάτην καὶ τὴν ἄτρακτον, ἐρίῳ δὲ τὴν θύραν περιστέφει τοῦ ἀνδρός: ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἱστορικῶν ἀληθές, ὅτι νεανίας ἦν τις λαμπρὸς ἐν τοῖς πολεμικοῖς καὶ τἄλλα χρηστὸς ὄνομα Ταλάσιος:

θυγατέρας ἐλθούσας ἐπὶ θέαν, ἐκομίζετο τῷ Ταλασίῳ παρθένος ἐκπρεπὴς τὴν ὄψιν ὑπὸ δημοτικῶν τινων καὶ πελατῶν τοῦ Ταλασίου, βοώντων ὑπὲρ ἀσφαλείας καὶ τοῦ μηδένα πελάζειν μηδ ἀντιλαμβάνεσθαι τῆς παιδός, ὡς Ταλασίῳ γυνὴ φέροιτο.

τιμῶντες οὖν οἱ λοιποὶ τὸν Ταλάσιον καὶ συνευχόμενοι καὶ συνευφημοῦντες εἵποντο καὶ παρέπεμπον:

εἰθίσθησαν ἐπιφωνεῖν τὸν Ταλάσιον, ὥσπερ Ἕλληνες τὸν Ὑμέναιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION