- 텍스트

Plutarch, Quaestiones Romanae, section 21

(플루타르코스, Quaestiones Romanae, section 21)

"διὰ τί τὸν δρυοκολάπτην οἱ Λατῖνοι σέβονται, καὶ ἀπέχονται πάντες ἰσχυρῶς τοῦ ὄρνιθος·? πότερον ὅτι τὸν Πῖκον λέγουσιν ὑπὸ φαρμάκων τῆς γυναικὸς μεταβαλεῖν τὴν φύσιν καὶ γενόμενον δρυοκολάπτην ἀποφθέγγεσθαι λόγια καὶ χρησμῳδεῖν τοῖς ἐρωτῶσιν ἢ τοῦτο μὲν ἄπιστόν ἐστιν ὅλως καὶ τερατῶδες, ἅτερος δὲ τῶν μύθων πιθανώτερος, ὡς ἄρα τοῖς περὶ Ῥωμύλον καὶ Ῥῶμον ἐκτεθεῖσιν οὐ μόνον λύκαινα θηλὴν ἐπεῖχεν, ἀλλὰ καὶ δρυοκολάπτης τις ἐπιφοιτῶν ἐψώμιζεν·

ἐπιεικῶς γὰρ ἔτι καὶ νῦν τοῖς ὑπορείοις καὶ δρυμώδεσι τόποις ὅπου φαίνεται δρυοκολάπτης, ἐκεῖ καὶ λύκος, ὡς Νιγίδιος ἱστορεῖ.

ἢ μᾶλλον, ὡς ἄλλον ἄλλου θεοῦ, καὶ τοῦτον Ἄρεος ἱερὸν νομίζουσι τὸν ὄρνιν· πρὸς τὴν ἐντεριώνην ἐξίκηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION