호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ γυναῖκες·? τοῖς οἰκείοις, ἐνομίσθη καταφιλεῖν ἢ δι ἣν Ἀριστοτέλης ὁ φιλόσοφος αἰτίαν ἱστόρηκε·
τὸ γὰρ πολυθρύλητον ἐκεῖνο καὶ πολλαχοῦ γενέσθαι λεγόμενον ὡς ἐοίκεν ἐτολμήθη καὶ:
ταῖς Τρῳάσι περὶ τὴν Ἰταλίαν. τῶν γὰρ ἀνδρῶν, ὡς, προσέπλευσαν, ἀποβάντων ἐνέπρησαν τὰ πλοῖα, πάντως ἀπαλλαγῆναι τῆς πλάνης δεόμεναι καὶ τῆς θαλάττης φοβηθεῖσαι δὲ τοὺς ἄνδρας ἠσπάζοντο τῶν συγγενῶν καὶ οἰκείων μετὰ τοῦ καταφιλεῖν καὶ περιπλέκεσθαι τοὺς προστυγχάνοντας. διαλλαγέντων, ἐχρῶντο καὶ τοῦ λοιποῦ ταύτῃ τῇ φιλοφροσύνῃ πρὸς αὐτούς.
ἢ μᾶλλον ἐδόθη τοῦτο ταῖς γυναιξὶν ὡς τιμὴν ἅμα καὶ δύναμιν αὐταῖς φέρον, εἰ φαίνοιντο πολλοὺς καὶ ἀγαθοὺς ἔχουσαι συγγενεῖς καὶ οἰκείους· ἤ, μὴ νενομισμένου συγγενίδας γαμεῖν, ἄχρι φιλήματος ἡ φιλοφροσύνη προῆλθεν καὶ τοῦτο μόνον ἀπελείφθη σύμβολον καὶ κοινώνημα τῆς:
συγγενείας·
πρότερον γὰρ οὐκ, ἐγάμουν τὰς ἀφ αἵματος, ὥσπερ οὐδὲ νῦν τηθίδας οὐδ ἀδελφὰς γαμοῦσιν· ἀλλ ὀψὲ συνεχώρησαν ἀνεψιαῖς συνοικεῖν ἐκ τοιαύτης αἰτίας. ἀνὴρ χρημάτων ἐνδεὴς·
τὰ: πολιτευομένων ἀρέσκων, ἐπίκληρον ἀνεψιὰν ἔχειν ἔδοξε καὶ πλουτεῖν ἀπ αὐτῆς ἐπὶ τούτῳ δὲ γενομένης αὐτοῦ κατηγορίας, ὁ δῆμος ἀφεὶς τὴν αἰτίαν ἐλέγχειν ἔλυσε τὸ ἔγκλημα, ψηφισάμενος πᾶσιν ἐξεῖναι γαμεῖν ἄχρι ἀνεψιῶν, τὰ:
δ ἀνωτέρω κεκωλῦσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기