- 텍스트

Plutarch, Quaestiones Romanae, section 2

(플루타르코스, Quaestiones Romanae, section 2)

πότερον, ὡς Βάρρων ἔλεγεν, ὅτι τῶν στρατηγῶν τρισὶ χρωμένων, σὺν τοῖς ἀγορανόμοις πλείονας, παρὰ δὲ τῶν ἀγορανόμων ἅπτουσι τὸ πῦρ οἱ:? γαμοῦντες, ἢ διότι πλείοσι χρωμένων ἀριθμοῖς, πρός τε τὰ ἄλλα βελτίων καὶ τελειότερος ὁ περιττὸς ἐνομίζετο καὶ πρὸς γάμον ἁρμοδιώτερος·

ὁ γὰρ ἄρτιος διάστασίν τε δέχεται καὶ τὸ ἴσον αὐτοῦ μάχιμόν ἐστι καὶ ἀντίπαλον, ὁ δὲ περιττὸς οὐ δύναται, διασχισθῆναι παντάπασιν, ἀλλ ὑπολείπει τι, κοινὸν ἀεὶ μεριζόμενος.

τοῦ δὲ, περιττοῦ μάλιστα γαμήλιος ἡ πεντάς ἐστι: τὰ γὰρ τρία πρῶτος περιττὸς καὶ τὰ δύο πρῶτος ἄρτιος: ἐκ δὲ τούτων ὥσπερ ἄρρενος καὶ θήλεος ἡ πεντὰς μέμικται.

ἢ μᾶλλον, ἐπεὶ τὸ φῶς γενέσεώς ἐστι σημεῖον, γυνὴ δ ἄχρι πέντε τίκτειν ὁμοῦ τὰ πλεῖστα πέφυκε, τοσαύταις χρῶνται λαμπάσιν· ἢ ὅτι πέντε δεῖσθαι θεῶν τοὺς γαμοῦντας οἰόνται, Διὸς·

τελείου καὶ Ἥρας τελείας·

καὶ Ἀφροδίτης καὶ Πειθοῦς, ἐπὶ πᾶσι δ Ἀρτέμιδος, ἣν ταῖς λοχείαις καὶ ταῖς: ὠδῖσιν αἱ γυναῖκες ἐπικαλοῦνται ·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION