호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπικειμένου δὲ Πορσίνα τῇ πόλει καί λιμὸς ἥπτετο τῶν Ῥωμαίων, καί Τυρρηνῶν ἕτερος στρατὸς αὐτὸς καθ αὑτὸν εἰς τὴν χώραν ἐνέβαλε.? Ποπλικόλας δὲ τὸ τρίτον ὑπατεύων Πορσίνᾳ μὲν ἀτρεμῶν καί φυλάττων τὴν πόλιν ᾤετο δεῖν ἀντέχειν, τοῖς δὲ Τυρρηνοῖς ἐπεξῆλθε καί συμβαλὼν ἐτρέψατο καί πεντακισχιλίους αὐτῶν ἀνεῖλε. τὸ δὲ περὶ Μούκιον εἴρηται μὲν ὑπὸ πολλῶν καὶ διαφόρως, λεκτέον δὲ ᾗ μάλιστα πιστεύεται καί ἡμῖν. ἦν ἀνὴρ εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς ἄριστος:
ἐπιβουλεύων δὲ τὸν Πορσίναν ἀνελεῖν παρεισῆλθεν εἰς τὸ στρατόπεδον Τυρρηνίδα φορῶν ἐσθῆτα καί φωνῇ χρώμενος ὁμοία περιελθὼν δὲ τὸ βῆμα τοῦ βασιλέως καθεζομένου, καί σαφῶς μὲν αὑτὸν οὐκ εἰδώς, ἐρέσθαι δὲ περὶ αὐτοῦ δεδιώς, ἐν ᾠήθη μάλιστα τῶν συγκαθεζομένων ἐκεῖνον εἶναι σπασάμενος τὸ ξίφος ἀπέκτεινεν. ἐπὶ τούτῳ δὲ συλληφθεὶς ἀνεκρίνετο:
καί τινος ἐσχαρίδος πῦρ ἐχούσης μέλλοντι τῷ Πορσίνᾳ θύειν κεκομισμένης, ὑπερσχὼν τὴν δεξιὰν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίναν ἀποβλέπων ἰταμῷ καί ἀτρέπτῳ τῷ προσώπῳ, μέχρι οὗ θαυμάσας ἀφῆκεν αὑτὸν καί τὸ ξίφος ἀποδιδοὺς ὤρεξεν ἀπὸ τοῦ βήματος: ὁ δὲ τὴν εὐώνυμον προτείνας ἐδέξατο. καί διὰ τοῦτό φασιν αὐτῷ γενέσθαι τὸν Σκαιόλαν ἐπίκλησιν, ὅπερ ἐστὶ Λαιόν. ἔφη δὲ τὸν φόβον τοῦ Πορσίνα νενικηκὼς ἡττᾶσθαι τῆς ἀρετῆς, καί χάριτι μηνύειν ἃ πρὸς ἀνάγκην οὐκ ἂν ἐξηγόρευσε.
"τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν ἐπιτηροῦντες: "ἐγὼ δὲ κλήρῳ λαχὼν καί προεπιχειρήσας οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καί φίλου μᾶλλον ἢ πολεμίου Ῥωμαίοις εἶναι πρέποντος" ταῦθ ὁ Πορσίνας ἀκούσας ἐπίστευσε καί πρὸς τὰς διαλύσεις ἥδιον ἔσχεν, οὐ τοσοῦτό, μοι δοκεῖ, φόβῳ τῶν τριακοσίων, ὅσον ἀγασθεὶς καί θαυμάσας τὸ φρόνημα, καὶ τὴν ἀρετὴν τῶν Ῥωμαίων. τοῦτον τὸν ἄνδρα Μούκιον ὁμοῦ τι πάντων καὶ Σκαιόλαν καλούντων Ἀθηνόδωρος ὁ Σάνδωνος ἐν τῷ πρὸς Ὀκταουίαν τὴν Καίσαρος ἀδελφὴν καὶ Ὀψίγονον ὠνομάσθαι φησίν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기