- 텍스트

Plutarch, Philopoemen, chapter 20

(플루타르코스, Philopoemen, chapter 20)

οὗτοι μὲν οὖν ταῦτα ἔπραττον.? ὁ δὲ Δεινοκράτης μάλιστα τὸν χρόνον ὡς σωτήριον τῷ Φιλοποίμενι δεδοικώς καὶ φθάσαι τὰ παρὰ τῶν Ἀχαιῶν βουλόμενος, ἐπεὶ νὺξ ἐπῆλθε καὶ τὸ πλῆθος ἀπεχώρησε τῶν Μεσσηνίων, ἀνοίξας τὸ δεσμωτήριον εἰσέπεμψε δημόσιον οἰκέτην φάρμακον κομίζοντα, προσενεγκεῖν καὶ παραστῆναι μέχρι ἂν ἐκπίῃ κελεύσας. ἔτυχε μὲν οὖν ἐν τῷ χλαμυδίῳ κατακείμενος, οὐ καθεύδων, ἀλλὰ λύπῃ καὶ θορύβῳ κατεχόμενος, ἰδὼν δὲ φῶς καὶ παρεστῶτα πλησίον τὸν ἄνθρωπον ἔχοντα τὴν κύλικα τοῦ φαρμάκου, συναγαγὼν μόλις ἑαυτὸν ὑπ ἀσθενείας ἀνεκάθιζε.

καὶ δεξάμενος ἠρώτησεν εἴ τι περὶ τῶν ἱππέων καὶ μάλιστα Λυκόρτα πεπυ: "εἰ μὴ πάντα κακῶς πεπράχαμεν.

ἄλλο δὲ μηδὲν εἰπὼν μηδὲ φθεγξάμενος ἐξέπιε καὶ πάλιν αὑτὸν ἀπέκλινεν, οὐ πολλὰ πράγματα τῷ φαρμάκῳ παρασχών, ἀλλ ἀποσβεσθεὶς ταχὺ διὰ τὴν ἀσθένειαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION