호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δ ἐν τῇ πόλει τῇ μὲν ἀγγελίᾳ θαυμαστῶς ἐπαρθέντες ἠθροίζοντο περὶ τὰς πύλας:? ὡς δὲ εἶδον ἑλκόμενον τὸν Φιλοποίμενα παρ ἀξίαν τῆς τε δόξης καὶ τῶν ἔμπροσθεν ἔργων καὶ τροπαίων, ἠλέησαν οἱ πλεῖστοι καὶ συνήλγησαν, ὥστε καὶ δακρῦσαι καὶ τὴν ἀνθρωπίνην ἐκφλαυρίσαι δύναμιν ὡς ἄπιστον καὶ τὸ μηδὲν οὖσαν. οὕτω δὲ κατὰ μικρὸν εἰς πολλοὺς φιλάνθρωπος ἐχώρει λόγος ὡς μνημονευτέον εἰή τῶν πρόσθεν εὐεργεσιῶν, καὶ τῆς ἐλευθερίας ἣν ἀπέδωκεν αὐτοῖς Νάβιν ἐξελάσας τὸν τύραννον.
οὐ μὴν ἀλλὰ κομίσαντες αὐτὸν εἰς τὸν καλούμενον Θησαυρόν, οἴκημα κατάγειον οὔτε πνεῦμα λαμβάνον οὔτε φῶς ἔξωθεν οὔτε θύρας ἔχον, ἀλλὰ μεγάλῳ λίθῳ περιαγομένῳ κατακλειόμενον, ἐνταῦθα κατέθεντο, καὶ τὸν λίθον ἐπιρράξαντες ἄνδρας ἐνόπλους κύκλῳ περιέστησαν.
ἔπειτα προϊόντες ἅμα καὶ πολυπραγμονοῦντες ἐπύθοντο τὴν σύλληψιν αὐτοῦ καὶ διήγγελλον εἰς τὰς πόλεις τῶν Ἀχαιῶν, οἱ δὲ συμφορὰν ποιούμενοι μεγάλην ἀπαιτεῖν μὲν ἔγνωσαν τὸν ἄνδρα παρὰ τῶν Μεσσηνίων πρεσβείαν πέμψαντες, αὐτοὶ δὲ παρεσκευάζοντο στρατεύειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기