- 텍스트

Plutarch, Philopoemen, chapter 2

(플루타르코스, Philopoemen, chapter 2)

ἦν δὲ τὸ μὲν εἶδος οὐκ αἰσχρός, ὡς ἔνιοι νομίζουσιν εἰκόνα γὰρ αὐτοῦ διαμένουσαν ἐν Δελφοῖς ὁρῶμεν:? τὴν δὲ τῆς ξένης τῆς Μεγαρικῆς ἄγνοιαν συμβῆναι λέγουσι δι εὐκολίαν τινὰ καὶ ἀφέλειαν αὐτοῦ, πυνθανομένη γὰρ ἔρχεσθαι πρὸς αὐτοὺς τὸν στρατηγὸν τῶν Ἀχαιῶν ἐθορυβεῖτο παρασκευάζουσα δεῖπνον, οὐ παρόντος κατὰ τύχην τοῦ ἀνδρός, ἐν τούτῳ δὲ τοῦ Φιλοποίμενος εἰσελθόντος χλαμύδιον εὐτελὲς ἔχοντος, οἰομένη τινὰ τῶν ὑπηρετῶν εἶναι καὶ πρόδρομον παρεκάλει τῆς διακονίας συνεφάψασθαι. "ὦ Φιλοποίμην·

"ἢ κακᾶς ὄψεως δίκας δίδωμι· "ὦ Φιλοποίμην, ὡς καλὰς χεῖρας ἔχεις καὶ σκέλη:

"γαστέρα δ οὐκ ἔχεις: ἦν γὰρ ἐκ τῶν μέσων στενώτερος. τὸ μέντοι σκῶμμα πρὸς τὴν δύναμιν αὐτοῦ μᾶλλον ἐλέχθη, καὶ γὰρ ὁπλίτας ἔχων ἀγαθοὺς καὶ ἱππεῖς χρημάτων πολλάκις οὐκ εὐπόρει. ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς περὶ τοῦ Φιλοποίμενος λέγεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION