호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν οὖν ἄλλα καιρὸν οἰκεῖον ἔχει λεχθῆναι:? κρύψαντες δὲ τῇ γῇ τὰ λείψανα τοῦ Ὄθωνος οὔτε μεγέθει σήματος οὔτ ἐπιγραφῆς ὄγκῳ τὸν τάφον ἐποίησαν ἐπίφθονον. εἶδον δὲ ἐν Βριξίλλῳ γενόμενος καὶ μνῆμα μέτριον καὶ τὴν ἐπιγραφὴν οὕτως ἔχουσαν, εἰ μεταφρασθείη: "δηλώσει Μάρκου Ὄθωνος. ἀπέθανε δὲ Ὄθων ἔτη μὲν ἑπτὰ καὶ τριάκοντα βιώσας, ἄρξας δὲ τρεῖς μῆνας, ἀπολιπὼν δὲ μὴ χείρονας μηδ ἐλάττους τῶν τὸν βίον αὐτοῦ ψεγόντων τούς ἐπαινοῦντας τὸν θάνατον, βιώσας γὰρ οὐδὲν ἐπιεικέστερον Νέρωνος ἀπέθανεν εὐγενέστερον.
οἱ δὲ στρατιῶται Πολλίωνος τοῦ ἑτέρου τῶν ἐπάρχων ὀμνύειν εὐθὺς εἰς τὸν Οὐϊτέλλιον κελεύσαντος ἐδυσχέραινον:
ὁ δὲ τὴν ἡγεμονίαν ἡττωμένων παραλαβεῖν, νενικηκότων πρότερον μὴ θελήσας, μανικὸν ἡγεῖτο πρεσβεύειν δὲ πρὸς τούς Γερμανοὺς δεδιώς, πολλὰ βεβιάσθαι παρὰ γνώμην ὑπ αὐτοῦ δοκοῦντας, ἔλαθε δι ἑτέρων θυρῶν ἐκποδὼν ποιήσας ἑαυτόν.
ὡς δὲ τοῦτο ἔγνωσαν οἱ στρατιῶται, τούς τε ὁρ´κους ἐδέξαντο καὶ τοῖς περὶ τὸν Κεκίναν προσέθεντο συγγνώμης τυχόντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기