호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη δὲ ἑσπέρασ οὔσησ ἐδίψησε, καὶ πιὼν ὀλίγον ὕδατοσ, δυεῖν ὄντων αὐτῷ ξιφῶν, ἑκατέρου κατεμάνθανε τὸ σπάσμα πολὺν χρόνον, καὶ τὸ ἕτερον ἀπέδωκε, θάτερον δὲ εἰσ τὰσ ἀγκάλασ ἀναλαβὼν τοὺσ οἰκέτασ προσεκαλεῖτο. καὶ φιλοφρονούμενοσ διένεμε τῶν χρημάτων τῷ μὲν πλέον, τῷ δὲ ἔλαττον, οὐχ ὥσπερ ἀλλοτρίων ἀφειδῶν, ἀλλὰ τὸ κατ’ ἀξίαν καὶ τὸ μέτριον ἐπιμελῶσ φυλάττων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기